previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ προῄει πότοςπροπίνω σοι,’ Ἰάρχας [p. 106] εἶπεν βασιλεῦ, ἄνδρα Ἕλληνα τὸν Ἀπολλώνιον ὑποκεκλιμένον αὐτῷ δείξας καὶ τῇ χειρὶ προσημαίνων, ὅτι γενναῖός τε εἴη καὶ θεῖος.’ δὲ βασιλεὺςἤκουσαἔφηπροσήκειν Φραώτῃ τοῦτόν τε καὶ τοὺς ἐν τῇ κώμῃ καταλύοντας.’ ‘ὀρθῶςἔφηκαὶ ἀληθῶς ἤκουσας, ἐκεῖνος γὰρ κἀνταῦθα ξενίζει αὐτόν.’ ‘τίἔφηἐπιτηδεύοντα;’ ‘τί δ᾽ ἄλλο γεεἶπεν ἅπερ ἐκεῖνος;’ ‘οὐδὲνἔφηξένον εἴρηκας ἀσπαζόμενον ἐπιτήδευσιν, μηδὲ ἐκείνῳ ξυνεχώρησε γενναίῳ γενέσθαι.’ μὲν δὴ Ἰάρχαςσωφρονέστερον,’ ἔφη βασιλεῦ, περὶ φιλοσοφίας τε καὶ Φραώτου γίγνωσκε, τὸν μὲν γὰρ χρόνον, ὃν μειράκιον ἦσθα, ξυνεχώρει σοι νεότης τὰ τοιαῦτα, ἐπεὶ δὲ ἐς ἄνδρας ἐξαλλάττεις ἤδη, φειδώμεθα τῶν ἀνοήτων τε καὶ εὐκόλων.’ δὲ Ἀπολλώνιος ἑρμηνεύοντος τοῦ Ἰάρχασοὶ δὲ τί,’ ἔφη βασιλεῦ, τὸ μὴ φιλοσοφῆσαι δέδωκεν;’ ‘ἐμοὶ δὲ ἀρετὴν πᾶσαν καὶ τὸ εἶναί με τὸν αὐτὸν τῷ Ἡλίῳ.’ δὲ ἐπιστομίζων αὐτοῦ τὸν τῦφονεἰ ἐφιλοσόφεις,’ εἶπενοὐκ ἂν ταῦτα ᾤου.’ ‘σὺ δέ, ἐπειδὴ φιλοσοφεῖς, βέλτιστε,’ ἔφητί περὶ σαυτοῦ οἴει;’ ‘τό γε ἀνὴρἔφηἀγαθὸς δοκεῖν, εἰ φιλοσοφοίην.’ ἀνατείνας οὖν τὴν χεῖρα ἐς τὸν οὐρανὸννὴ τὸν Ἥλιον,’ ἔφηΦραώτου μεστὸς ἥκεις.’ δὲ ἕρμαιόν γε ἐποιήσατο τὸν λόγον καὶ ὑπολαβὼνοὐ μάτην ἀποδεδήμηταί μοι,’ εἶπενεἰ Φραώτου μεστὸς γέγονα: εἰ δὲ κἀκείνῳ νῦν ἐντύχοις, πάνυ φήσεις αὐτὸν ἐμοῦ μεστὸν εἶναι, καὶ γράφειν δὲ ὑπὲρ ἐμοῦ πρὸς σὲ ἐβούλετο, ἀλλ᾽ ἐπειδὴ ἔφασκεν ἄνδρα ἀγαθὸν εἶναί σε, παρῃτησάμην τὸν ὄχλον τῆς ἐπιστολῆς, ἐπεὶ μηδὲ ἐκείνῳ τις ὑπὲρ ἐμοῦ ἐπέστειλεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: