This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀφικομένου δέ τινος ἐς Γάδειρα μετὰ ταῦτα τῶν τοὺς ταχεῖς διαθεόντων δρόμους καὶ κελεύοντος εὐαγγέλια θύειν τρισολυμπιονίκην Νέρωνα ᾄδοντας τὰ μὲν Γάδειρα ξυνίει τῆς νίκης καὶ ὅτι ἐν Ἀρκαδίᾳ τις εἴη ἀγὼν εὐδόκιμος, ἐπειδή, ὡς εἶπον, ἐς τὰ Ἑλλήνων σπεύδουσιν, αἱ δὲ πόλεις αἱ πρόσοικοι τοῖς Γαδείροις οὔτε ἐγίγνωσκον ὅ τι εἴη τὰ Ὀλύμπια, οὐδ᾽ ὅ τι ἀγωνία ἢ ἀγών, οὐδὲ ἐφ᾽ ὅτῳ θύουσιν, ἀλλ᾽ ἀπήγοντο ἐς γελοίους δόξας πολέμου νίκην ἠγούμενοι ταῦτα καὶ ὅτι ὁ Νέρων ᾑρήκοι τινὰς ἀνθρώπους Ὀλυμπίους: οὐδὲ γὰρ τραγῳδίας ποτὲ ἢ κιθαρῳδίας θεαταὶ ἐγεγόνεσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.