previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τὸ μὲν δὴ ἐπὶ Ῥηγίλλῃ πένθος ὧδε ἐσβέσθη, τὸ δὲ ἐπὶ Παναθηναίδι τῇ θυγατρὶ Ἀθηναῖοι ἐπράυναν ἐν ἄστει τε αὐτὴν θάψαντες καὶ ψηφισάμενοι τὴν ἡμέραν, ἐφ᾽ ἧς ἀπέθανεν, ἐξαιρεῖν τοῦ ἔτους. ἀποθανούσης δὲ αὐτῷ καὶ τῆς ἄλλης θυγατρός, ἣν [p. 66] Ἐλπινίκην ὠνόμαζεν, ἔκειτο μὲν ἐν τῷ δαπέδῳ τὴν γῆν παίων καὶ βοῶντί σοι, θύγατερ, καθαγίσω; τί σοι ξυνθάψω;’ παρατυχὼν δὲ αὐτῷ Σέξτος φιλόσοφοςμεγάλαἔφητῇ θυγατρὶ δώσεις ἐγκρατῶς αὐτὴν πενθήσας.’ ἐπένθει δὲ ταῖς ὑπερβολαῖς ταύταις τὰς θυγατέρας, ἐπειδὴ Ἀττικὸν τὸν υἱὸν ἐν ὀργῇ εἶχεν. διεβέβλητο δὲ πρὸς αὐτὸν ὡς ἠλιθιώδη καὶ δυσγράμματον καὶ παχὺν τὴν μνήμην: τὰ γοῦν πρῶτα γράμματα παραλαβεῖν μὴ δυνηθέντος ἦλθεν ἐς ἐπίνοιαν τῷ Ἡρώδῃ ξυντρέφειν αὐτῷ τέτταρας παῖδας καὶ εἴκοσιν ἰσήλικας ὠνομασμένους ἀπὸ τῶν γραμμάτων, ἵνα ἐν τοῖς τῶν παίδων ὀνόμασι τὰ γράμματα ἐξ ἀνάγκης αὐτῷ μελετῷτο. ἑώρα δὲ αὐτὸν καὶ μεθυστικὸν καὶ ἀνοήτως ἐρῶντα, ὅθεν ζῶν μὲν ἐπεχρησμῴδει τῇ ἑαυτοῦ οὐσίᾳ ἐκεῖνο τὸ ἔπος:

εἷς δ᾽ ἔτι που μωρὸς καταλείπεται εὐρέι οἴκῳ,
τελευτῶν δὲ τὰ μὲν μητρῷα αὐτῷ ἀπέδωκεν, ἐς ἑτέρους δὲ κληρονόμους τὸν ἑαυτοῦ οἶκον μετέστησεν. ἀλλ᾽ Ἀθηναίοις ἀπάνθρωπα ἐδόκει ταῦτα οὐκ ἐνθυμουμένοις τὸν Ἀχιλλέα καὶ τὸν Πολυδεύκην καὶ τὸν Μέμνονα, οὓς ἴσα γνησίοις ἐπένθησε τροφίμους ὄντας, ἐπειδὴ καλοὶ μάλιστα καὶ ἀγαθοὶ ἦσαν γενναῖοί τε καὶ φιλομαθεῖς καὶ τῇ παρ᾽ αὐτῷ τροφῇ πρέποντες. εἰκόνας γοῦν ἀνετίθει σφῶν θηρώντων καὶ τεθηρακότων καὶ θηρασόντων τὰς μὲν ἐν δρυμοῖς, τὰς δὲ ἐπ᾽ ἀγροῖς, τὰς δὲ πρὸς πηγαῖς, τὰς δὲ ὑπὸ σκιαῖς πλατάνων, οὐκ ἀφανῶς, ἀλλὰ ξὺν ἀραῖς τοῦ περικόψοντος κινήσοντος, οὓς οὐκ ἂν ἐπὶ τοσοῦτον ἦρεν, εἰ μὴ ἐπαίνων ἀξίους ἐγίγνωσκεν. Κυντιλίων δέ, ὁπότε ἦρχον τῆς Ἑλλάδος, αἰτιωμένων αὐτὸν ἐπὶ ταῖς τῶν μειρακίων τούτων εἰκόσιν ὡς [p. 67] περιτταῖςτί δὲ ὑμῖνἔφηδιενήνοχεν, εἰ ἐγὼ τοῖς ἐμοῖς ἐμπαίζω λιθαρίοις;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: