Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὅστις δὲ
πικρῶς εὐθὺς καὶ πολεμικῶς προσφέρεται κύριος
γενόμενος πόλεως ἢ διαρπάζων ἢ κτείνων ἢ
κατασκάπτων, ἀλλοτριωτέρας διατίθησι τὰς ἄλλας
πόλεις, ὥστε καὶ τὸν πόλεμον αὑτῷ ἐπίπονον
καὶ τὴν νίκην δύσελπιν κατασκευάζειν: