Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
Μέγα δ̓ ἂν ὀνήσειε καί τι τοιόνδε συνεπινοηθέν,
εἰ καὶ σαλπιγκτὰς οἱ φθάσαντες ἐπιβῆναι
τοῦ τείχους ἀνιμήσαιεν: ἀκουσθεῖσα γὰρ
πολεμία σάλπιγξ ἀπὸ τειχῶν ἐν νυκτὶ πολλὴν
ἔκπληξιν ἐπιφέρει τοῖς πολιορκουμένοις ὡς ἤδη
κατὰ κράτος ἑαλωκόσιν, ὥστε τὰς πύλας καὶ τὰς
ἐπάλξεις ἀπολιπόντας φεύγειν: ὅθεν δήπου συμβαίνει
γίγνεσθαι τοῖς ἔξω στρατιώταις ῥᾳδίαν
τήν τε τῶν πυλῶν ἐκκοπὴν καὶ τὴν ἐπὶ τὰ τείχη
διὰ τῶν κλιμάκων ἀνάβασιν, οὐδενὸς ἔτι τῶν
πολεμίων ἀπείργοντος: οὕτως που δυνατὸν ἑνὶ
καὶ ἀνόπλῳ σαλπιγκτῇ πόλιν ἁλῶναι.
η. Τί χρὴ ποιεῖν τὸν στρατηγὸν μετὰ τὸ
ἑλεῖν τὴν πόλιν