previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε λευξιππο

Λεύκιππος δέ, Ξανθίου παῖς, γένος τῶν ἀπὸ Βελλεροφόντου, διαφέρων ἰσχύι μάλιστα τῶν καθ̓ ἑαυτόν, ἤσκει τὰ πολεμικά. Διὸ πολὺς ἦν λόγος περὶ αὐτοῦ παρά τε Λυκίοις καὶ τοῖς προσεχέσι τούτοις, ἅτε δὴ ἀγομένοις καὶ πᾶν ὁτιοῦν δυσχερὲς πάσχουσιν. [2] Οὗτος κατὰ μῆνιν Ἀφροδίτης εἰς ἔρωτα ἀφικόμενος τῆς ἀδελφῆς, τέως μὲν ἐκαρτέρει, οἰόμενος ῥᾷστα ἀπαλλάξεσθαι τῆς νόσου: ἐπεὶ μέντοι χρόνου διαγενομένου οὐδὲ ἐπ̓ ὀλίγον ἐλώφα τὸ πάθος, ἀνακοινοῦται τῇ μητρὶ καὶ πολλὰ καθικέτευε, μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον: εἰ γὰρ αὐτῷ μὴ συνεργήσειεν, [3] ἀποσφάξειν αὑτὸν ἠπείλει. Τῆς δὲ παραχρῆμα τὴν ἐπιθυμίαν φαμένης τελέσειν, ῥᾴων ἤδη γέγονεν: ἀνακαλεσαμένη δὲ τὴν κόρην συγκατακλίνει τἀδελφῷ, κἀκ τούτου συνῆσαν οὐ μάλα τινὰ δεδοικότες, ἕως τις ἐξαγγέλλει τῷ κατηγγυημένῳ τὴν κόρην μνηστῆρι. [4] δὲ τόν τε αὑτοῦ πατέρα παραλαβὼν καί τινας τῶν προσηκόντων, πρόσεισι τῷ Ξανθίῳ [p. 8] καὶ τὴν πρᾶξιν καταμηνύει, μὴ δηλῶν τοὔνομα τοῦ Λευκίππου. Ξάνθιος δὲ δυσφορῶν ἐπὶ τοῖς προσηγγελμένοις πολλὴν σπουδὴν ἐτίθετο φωρᾶσαι τὸν φθορέα, καὶ διεκελεύσατο τῷ μηνυτῇ, ὁπότε ἴδοι συνόντας, αὐτῷ δηλῶσαι: [5] τοῦ δὲ ἑτοίμως ὑπακούσαντος καὶ αὐτίκα τὸν πρεσβύτην ἐπαγαγομένου τῷ θαλάμῳ, παῖς, αἰφνιδίου ψόφου γενηθέντος, ἵετο διὰ θυρῶν, οἰομένη λήσεσθαι τὸν ἐπιόντα: καὶ αὐτὴν πατὴρ ὑπολαβὼν εἶναι τὸν φθορέα πατάξας μαχαίρᾳ καταβάλλει. [6] Τῆς δὲ περιωδύνου γενομένης καὶ ἀνακραγούσης, Λεύκιππος ἐπαμύνων αὐτῇ καὶ διὰ τὸ ἐκπεπλῆχθαι μὴ προϊδόμενος ὅστις ἦν, κατακτείνει τὸν πατέρα. Δἰ ἣν αἰτίαν ἀπολιπὼν τὴν οἰκίαν Θετταλοῖς ἐπὶ τοῖς συμβεβηκόσιν εἰς Κρήτην ἡγήσατο, κἀκεῖθεν ἐξελαθεὶς ὑπὸ τῶν προσοίκων εἰς τὴν Ἐφεσίαν ἀφίκετο, ἔνθα χωρίον ᾤκησε τὸ Κρητιναῖον ἐπικληθέν. [7] Τοῦ δὲ Λευκίππου τούτου λέγεται τὴν Μανδρολύτου θυγατέρα Λευκοφρύην ἐρασθεῖσαν προδοῦναι τὴν πόλιν τοῖς πολεμίοις, ὧν ἐτύγχανεν ἡγούμενος Λεύκιππος, ἑλομένων αὐτὸν κατὰ θεοπρόπιον τῶν δεκατευθέντων ἐκ Φερῶν ὑπ̓ Ἀδμήτου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: