previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. α. περὶ Πνευμονίης.

δυοῖσι τοῖσι πρώτοισι, τροφῇ καὶ πνεύματι, τὰ ζῷα ζῆ, τουτέων δὲ πολλὸν ἐπικαιροτέρη ἀναπνοή. ἢν γὰρ ἐπίσχῃ τις ὠυτὴν, οὐκ εἰς μακρὰν διαρκέσει, ἀλλ᾽ αὐτίκα θνήσκει ὥνθρωπος. ὄργανα δὲ μυρία, ἀρχὴ μὲν Ρ῾ῖνες, ὁδὸς ἀρτηριη, χώρη δὲ πνεύμων, θώρηξ δὲ πνεύμονος ἔρυμα καὶ δοχή: ἀλλὰ τἄλλα μὲν ὅκως ὄργανα μοῦνον διακονέεται τῷ ζῴῳ: πνεύμων δὲ καὶ τὴν αἰτίην ἴσχει τῆς ὁλκῆς. ἐνίζει γὰρ αὐτέου μέσον σπλάγχον θερμὸν καρδία, ζωῆς καὶ ἀναπνοῆς ἀρχή. ἥδε καὶ τῷ πνεύμονι τῆς ὁλκῆς τοῦ ψυχροῦ ἠέρος τὴν ποθὴν ἐνδιδοῖ : ἐκφλέγει γὰρ αὐτὸν, ἕλκει δὲ καρδίη. πρῶτον τοιγαροῦν ἢν μὲν καρδίη πάθῃ, οὐκ εἰς μακρὸν τοῦ θανάτου ἐμβολή.

ἢν δὲ πνεύμων, ἐπὶ μὲν σμικρῇ τῇ αἰτίῃ, δύσπνοια : ζώει κακῶς, θάνατος μήκιστος, ἢν μή τις ἀκέηται : ἐπὶ δὲ μεγάλῳ πάθεϊ, ὁκοῖον φλεγμον , πνιγμὸς, ἀφωνίη, ἄπνοια, ὄλεθρος αὐτίκα: ἥδε ἐστὶν ἥν καλέομεν περιπνευμονίην, φλεγμονὴ τοῦ πνεύμονος, ξὺν ὀξέϊ πυρετῷ, εὖτε ξύνεστιν αὐτέοισι βάρος τοῦ θώρηκος, ἀπονίη, ἢν μοῦνος φλεγμήνῃ πνεύμων,

[p. 22] ἄπονος γὰρ φύσις αὐτέου: μανὸς μὲν γὰρ τὴν οὐσίην, εἰρίοισιν ἴκελος. ἀρτηρίαι δὲ διελήλανται τρηχεῖαι, χονδρώδεες , καὶ αἵδε ἄπονοι: μύες δὲ οὐδαμῆ, σμικρὰ δὲ νεῦρα, λεπτὰ, ἐς κίνησιν ἐπίκαιρα. ἥδε τῆς ἀπονίης αὐτὴ αἰτίη. ἢν δὲ καί τις τῶν ἀμφ᾽ αὐτὸν ὑμένων ἐπιφλεγμήνῃ, οἷσι πρὸς τὸν θώρηκα προσέρχεται, ξύνεστι καὶ πόνος, ἀναπνοὴ κακὴ, θερμὴ, ἀνακαθίγνυσθαι ἐθέλουσι σχῆμα ὄρθιον ἐς ἀναπνοήν. τόδε γὰρ Ρ῾ήϊστον τῶν σχημάτων. ἐρυθροὶ τὰ πρόσωπα: ἐπὶ δὲ μᾶλλον τὰ μῆλα: τὰ λευκὰ τῶν ὀφθαλμῶν λαμυρώτατα καὶ πίονα. Ρ῾ὶς ἄκρη σιμὴ, φλέβες ἐν κροτάφοισιν καὶ τραχήλῳ διηρμέναι, ἀποσιτίη, σφυγμοὶ τὰ πρῶτα μεγάλοι, κενοὶ, πυκνότατοι , ὁκοῖόν τι συνεληλαμένοι: θερμασίη μὲν ἐς τὸ ἔξω ἀμυδρὴ, ὑγροτέρη: δὲ ἐς τὸ ἔνδον ξηρὴ, θερμοτάτη : ἐφ᾽ ἀναπνοὴ θερμὴ, δίψος, γλώσσης ξηρότης, ἐπιθυμίη ψυχροῦ ἠέρος, γνώμης ἀπορίη, βὴξ ξηρὰ τὰ πολλά. ἢν δέ τι ἀνάγηται, φλέγμα ἀφρῶδες, ὑπόχολον κατακορὲς, δίαιμον ἀνθηρὸν σφόδρα: τόδε ἔστι τὸ δίαιμον τῶν ἄλλων κάκιον.

Ἠν δὲ ἐπὶ τὸ θανατῶδες ἐπιδιδοῖ, ἀγρυπνίη, ὕπνοι σμικροὶ, νωθροὶ, κωματώδεες , φαντασίαι ἀξύνετοι: παράληροι τὴν γνώμην, ἐκστατικοὶ οὐ μάλα. ἀγνωσίη τῶν παρεόντων κακῶν. ἢν γοῦν ἐπανείρῃ περὶ τῆς νούσου, οὐδὲν ὁμολογέουσι δεινόν: ἄκρεα ψυχρὰ, ὄνυχες πελιδνοὶ, γρυποί: σφυγμοὶ μικροὶ, πυκνότατοι , ἐκλείποντες, εὖτε ἀγχοῦ τουτέου ὄλεθρος. ἑβδομαῖοι γὰρ τὸ πλέον θνήσκουσιν .

ἢν δέ κοτε ἐπαναφέρῃ νοῦσος, καί τι ἐς ἀγαθὸν τρέπηται, αἱμορραγίη λάβρως ἐκ Ρ῾ινῶν, κοιλίης ἐκτάραξις πολλῶν χολωδέων, ἐπάφρων , οἷα δοκέειν ἀπὸ πνεύμονος εἰς τὴν νειαιρὴν γαστέρα ἐξεῶσθαι, ἢν ἀγάγῃ πολλὸν ὑγρότερον Ρ῾ηϊδίως. ἔστι δὲ ὅτε καὶ ἐς οὖρα ἐτράπετο. ὁκόσοισι δὲ πάντα ὁμοῦ ξυμπίπτει, οἵδε ὀξύτατοι Ρ῾ηΐζουσι.

μετεξετέροισι δὲ πῦον πολλὸν γίγνεται ἐν πνεύμονι, [p. 23] μετάστασις ἀπὸ τοῦ πλευρέου, ἢν μέζον τὸ ἀγαθὸν ὑπογίγνηται. κἢν μὲν ἐς ἔντερον κύστιν τὸ ἀπὸ τῆς πλευρῆς παρωχετεύθῃ πῦον, ἐς μὲν τὸ παραυτίκα ἐρήϊσαν ἀπὸ τῆς περιπνευμονίης: ἕλκος δὲ μακροχρόνιον ἴσχουσιν ἐν πλευρῇ, ἀλλὰ περιγίγνονται. ἢν δὲ ἐς τὸν πνεύμονα ὁρμήσῃ τὸ πῦον, εἰσὶν οἳ ἀπεπνίγησαν καὶ ἀθρόῃ ἐκχύσι, καὶ ἀναγωγῆς ἀπορίῃ. ὁκόσοι δὲ διαδιδράσκουσι τὴν ἐκ τῆς ἀπορρήξεως πνίγα, ἕλκος οἵδε πολλὸν ἴσχουσι ἐν πνεύμονι, καὶ ἐς φθόην μεθίστανται: καὶ ἀπὸ μὲν τῆς ἀποστάσιος καὶ τῆς φθόης γέροντες οὐ πάνυ τοι περιγίγνον ται: ἀπὸ δὲ τῆς περιπνευμονίης νέοι καὶ ἀκμάζοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: