previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. η. περὶ τῆς κατὰ τὴν κοίλην φλέβα ὀξείης νούσου.

ἀπὸ τῶν πυλέων τοῦ ἥπατος εὐρεῖα φλὲψ διαΐσσειμέση τῶν τοῦδε περάτων. ἀεὶ γὰρ ἐς λεπτὰ καὶ πλεῦνα σχιζομένη ἐπὶ τέλος ἐς ἀφανέα τῇσι ὄψισι πάντη τοῦ ἥπατος σκίδνατ αι: τοῖσι δὲ τουτέων πέρασι ἄλλων φλεβῶν περατώσιες κατὰ τὸ στόμα ξυγκέονται , αἵπερ ἐκ λεπτῶν καὶ πλεύνων μέζονες καὶ ἐλάσσονες γίγνονται: ἐπὶ τέλεος ἐν μέσῳ τῷ ἥπατι ἐς μίαν φλέβα μεγάλην συναγείρονται. ἐντεῦθεν δὲ δοιαὶ ἐξ ἀποσχίσιος γιγνόμεναι πέρην τοῦ ἥπατος ἀφικνέονται. μὲν γὰρ ἄνω τὸν πρῶτον λοβὸν διαπερήσασα ἐς τὰ κυρτὰ αὐτέου ἐξεφαάνθη: ἔπειτα περήνασα τὸ διάφραγμα ἐμφύνει τῇ καρδίῃ: κοίλη φλὲψ ἥδε καλέεται. δὲ ἑτέρη, τὸν κάτω λοβὸν τὸν πέμπτον διαπερήνασα μέχρι τῶν κυρτῶν, ἐπὶ τὴν Ρ῾άχιν ἔξεισι, καὶ τῇδε παρατέταται μέχρι τῶν ἰσχίων. ἀτὰρ καὶ ἥδε κοίλη. οὔνομα τὸ αὐτὸ, οὕνεκεν μία καὶ ὡυτή ἐστιν φλὲψ τὴν ἀρχὴν ἀπὸ τοῦ ἥπατος ἴσχουσα. εἰ γάρ τις ἐθέλοι, διελάσαι ἂν ἔλασμα καὶ ἀπὸ τῆς ἄνωθεν τῆς ἐπὶ τὴν καρδίην κοίλης φλεβὸς ἐς τὴν [p. 39] παρὰ τὴν Ρ῾άχιν, καὶ ἀπὸ τῆς Ρ῾άχεος διὰ τοῦ ἥπατος ἐπὶ τὴν καρδίην. ἄνοδος γὰρ αὐτή.

ἥδε οὖν φλὲψ, ὡς ἐγὼ δοκέω, ξύμπασα νοσέει ὀξέσι πάθεσι, καρτεροῖσι : μία γάρ ἐστι πᾶσα: μετεξετέροισι δὲ ἰητροῖσι μούνη δοκέει παρὰ τὴν Ρ῾άχιν νοσέειν, οὕνεκα τῆς ἐς τὴν καρδίην τὰ σημεῖα οὐ προφανέα. ἐντὸς γὰρ τοῦ θώρηκος διατέτα ται πρὸς οὐδὲν προσισχο μένη, ἀλλ᾽ ἐναιωρευμένη τῷ θώρηκι, ἔς τ᾽ ἂν ἀπὸ τοῦ διαφράγματος ἐμφύῃ τῇ καρδίῃ. ἢν οὖν τι μεγάλων κακῶν ἴσχῃ τήνδε τὴν φλέβα, ξυνέκρυψε ἀμπέχων θώρηξ.

γίγνεται δ᾽ οὖν ἀμφὶ τήνδε τὴν φλέβα καὶ κέδματα : εὖτε Ρ῾ηγνυμένη αἱμορραγίῃ ὤκιστα κτείνει : ὕπερθεν μὲν διὰ πλεύμονος καὶ ἀρτηρίης ἐκχεομένου , ἢν ἐν τῷ θώρηκι Ρ῾αγῇ: ἢν δὲ παρὰ τὴν ἀρχὴν, ἐς τὴν κάτω κοιλίην τοῖσι ἐντέροισι περιχέεται, ὡς ἐμπλείειν τὰ ἔντερα, εὖτε πρὶν καθὲν1 ἐκφανῆναι τὸ αἷμα, θνήσκουσι οἵδε: ἦν δὲ κοιλίη πληρευμένη αἵματος.

γίγνεται δὲ καὶ φλεγμονὴ ἀμφὶ τὴν φλέβα, ἀτὰρ καὶ ἥδε ὀξέως κτείνει, ἢν μεγάλη ἔῃ: πῦρ μὲν γὰρ δριμὺ, δακνῶδες, ἐν τῇσι κοιλίῃσι ἀμφοῖν ἐγκαθειργμένον, βραχὺ δὲ μοῦνον ὑπερίσχον, ὡς δοκέειν ἁπτομένῳ λεπτὴν ἔμμεναι θέρμην: δὲ ἄνθρωπος καίεσθαι δοκέει: σφυγμοὶ σμικροὶ, πυκνότατοι , ὁκοῖόν τι πεπιεσμένοι καὶ δεδιωγμένοι. ψύξις ἀκρέων, δίψος καρτερὸν, στόματος ξηρότης, προσώπου ἐρύθημα ξὺν ἀχροίῃ: ὑπέρυθροι δὲ τὸ ξύμπαν σῶμα: ὑποχόνδρια σκληρὰ, ἀνεσπασμένα, ὀδύνη ἐπὶ δεξιὰ μᾶλλον, καὶ παλμὸς τῇδε παραμήκης, μέχρι τῆς λαγόνος : μετεξετέροισι δὲ καὶ τῆς ἀρτηρίης τῆς παρὰ τὴν Ρ῾άχιν, ἢν σφυγμὸς ἐς τὸ ἕτερον ὑποχόνδριον διασημαίνῃ . ξυμπαθὴς γὰρ καὶ ἥδε γίγνεται παρ᾽ αὐτέην ἐπ᾽ ἀριστερὰ κειμένη, ὡς τῆς ἐπὶ τῷ παντὶ [p. 40] διαπνοῆς 2 οὐδὲν ἐπικουφιζούσης, ἀλλ᾽ οὐδὲ τὸ δέρμα μαλθα: ζούσης: ξηρὸν δὲ τόδε καὶ Ρ῾υσὸν καὶ τρηχύ: καὶ ἐπὶ δὲ μᾶλλον ἐν τοῖσι ἐξίσχουσι ὀστώδεσι: οἷον ὀλεκράνῳ, γούνασι, κονδύλοισι : ὕπνοι ταραχώδεες , κοιλίη τοῖς μὲν οὐδὲν ἐκδιδοῖ, τοῖς δὲ σμικρὸν, δριμὺ, χολῶδες : οὖρα ξανθὰ, δακνώδεα: τὴν γνώμην οὐ παράφοροιμὲν, νωθροὶ δὲ καὶ μαρασμώδεες. εὖτε ὁκόσοι τήνδε τὴν κατάστασιν εἶδον, καῦσον ἐκάλεον.3 καὶ γὰρ καὶ τοῦ γένους τοῦ καύσου τὰ παρεόντα, καὶ ἐν φθινοπώρῳ γίγνεται ἐπὶ τὸ θηριῶδες καὶ ἀκμάζουσι καὶ νέοισι, οἷσι ἰσχνὴ ὑπὸ διαίτης πονηρῆς καὶ ταλαιπωρίης ἕξις. τεσσαρεσκαιδεκαταῖοι οἵδε τὰ πολλὰ θνήσκουσι: οἷσι δ᾽ ἂν ἐς μῆκος νοῦσος ἀφίκηται, ἐν διπλασίοισι ὄλλυνται. ὁκόσοι δὲ σμικρὴν ἀρχῆθεν ἴσχουσι τὴν φλεγμονὴν, τῆς μεγάλης κατὰ βραχὺ διαλυομένης, διαδιδράσκουσι μὲν τὸν ὄλεθρον, οὐδέκω δὲ ἀφίενται τοῦ κακοῦ. οἱ δὲ μακρὸν μὲν τὸν χρόνον τὸν καῦσον νοσέουσι: ἀποπαύεται δὲ τὰ κινδυνώ δεα , αἱ ὀδύναι καὶ ξυντάσιες τῶν ὑποχονδρίων, καὶ κακοσφυξίη , καὶ τῆς γνώμης τὸ νωθές: ἔτι δὲ ἔμπης ἔασιν ἀσώδεες, ἀλύοντες ξὺν ἀπορίῃ: ξύνεστι δὲ τε καῦσος καὶ τὸ δίψος καὶ τῆς γλώσσης καὶ τοῦ στόματος ξηρότης : ἀναπνέουσι πολλὸν, μακρὸν ἕλκοντες καὶ ἀθρόον, ὅλον τὸν ἠέρα ἐς ἔμψυξιν ἐπισπώμενοι : ἀτὰρ εἴτε πίνουσι ψυχρὸν χανδὸν πολὺ πλεῖστον, καὶ ἐς μὲν βραχὺ ἀνεκουφίσθησαν, εἶτ᾽ αὐτοῖς ἐξάπτεται τὸ δίψος, αὖθις ἄδην πίνουσι: καὶ ἥδε διαδοχὴ τοῦ κακοῦ: καὶ ἰητρὸς δὲ ἀγαθὸς ψυχρὸν ἂν δῴη πολλὸν ἀσινέως, ὅκως ἐν τοῖσι ἄλλοισι καύσοισι: ἀσφαλέστερον δὲ τοῖσι ἀπὸ τῆς κοίλης φλεβὸς νοσέουσι τὸν καῦσον.

[p. 41] κἢν μὲν γαστὴρ κύστις τὸ ποτὸν ὑποφέρῃ, οὐδὲ ἐμέτου δεῖ: εἰ δὲ μὴ, ἐπὶ πολλῷ τῷ ψυχρῷ τὸ πολλὸν ἐμέσαι χρή. ἐκραγείη γὰρ ἂν ὥνθρωπος, εἰ τοσόνδε πίνων μηδὲν διαχωροίη, ἱδρῶσι, οὔροισι, κοιλίῃ.

1 the common reading is πρώην καθ᾽ ἓν, which can scarcely admit of any interpretation. See Petit, Wigan and Ermerins.

2 This word is supplied by Ermerins on his own conjecture. Certainly some such term seems to be wanting in this place.

3 Ermerins reads καύσου ἰδέην, which, no doubt, makes very good sense; but the common reading appears quite satisfactory. It is but justice to Ermerins to add, that he improves the next clause of the sentence very much by a change in the punctuation.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: