Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔγνων Ἀθηναίους Ἑλλήνων φιλοτιμοτάτους καὶ
φιλανθρωποτάτους: καίτοι τοῦτό γε ἐπιεικῶς ἐν
πᾶσιν εἶδον τοῖς Ἕλλησιν, ἔχω δ̓ ὑπὲρ αὐτῶν
εἰπεῖν, ὡς καὶ φιλόθεοι μάλιστα πάντων εἰσὶ
καὶ δεξιοὶ τὰ πρὸς τοὺς ξένους, καθόλου μὲν
Ἕλληνες πάντες, αὐτῶν δ̓ Ἑλλήνων πλέον
τοῦτο ἔχω μαρτυρεῖν Ἀθηναίοις. εἰ δὲ ἐκεῖνοι
διασώζουσιν εἰκόνα τῆς παλαιᾶς ἐν τοῖς ἤθεσιν
ἀρετῆς, εἰκὸς δήπουθεν τὸ αὐτὸ ὑπάρχειν καὶ
Σύροις καὶ Ἀραβίοις καὶ Κελτοῖς καὶ Θρᾳξὶ
καὶ Παίοσι καὶ τοῖς ἐν μέσῳ κειμένοις Θρᾳκῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.