Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄλλον ἀπ̓ ἀγορᾶς εἱλκύσατε πένητα καὶ ἐκ τῶν
ἁπανταχοῦ μὲν ἀπολελειμμένων, παῤ ὑμῖν δὲ διὰ
περιττὴν φρόνησιν ἀμειβομένων πρὸς χρυσίον
συρφετῶν εὐποροῦντα μετρίας οὐσίας εἵλεσθε
κοινωνόν. πολλὰ τοιαῦτα περὶ τὰς ὀνομασίας
κακουργούντων ὑμῶν, ἐπειδὴ μὴ πρὸς ἅπαντα
συνεχωρήσαμεν, ὧν τε εὖ εἰργασάμεθα τὴν χάριν
ἀπεστερήθημεν, καὶ ὧν ἀπεσχόμεθα ξὺν δίκῃ παῤ
ὑμῶν δυσχεραινόμεθα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.