Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μύθων τὰ τοιαῦτα; τὸ δὲ καὶ τὸν θεὸν ἀπαγορεύειν
τὴν διάγνωσιν καλοῦ τε καὶ φαύλου τοῖς ὑπ̓
αὐτοῦ πλασθεῖσιν ἀνθρώποις ἆῤ οὐχ ὑπερβολὴν
[p. 326]
ἀτοπίας ἔχει; τί γὰρ ἂν ἠλιθιώτερον γένοιτο τοῦ
μὴ δυναμένου διαγινώσκειν καλὸν καὶ πονηρόν;
δῆλον γάρ, ὅτι τὰ μὲν οὐ φεύξεται, λέγω δὲ τὰ
κακά, τὰ δὲ οὐ μεταδιώξει, λέγω δὲ τὰ καλά.
κεφάλαιον δέ, φρονήσεως ἀπηγόρευσεν ὁ θεὸς
ἀνθρώπῳ γεύσασθαι, ἧς οὐδὲν ἂν εἴη τιμιώτερον