previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἔννοια δὲ τότε Ἰουστινιανῷ βασιλεῖ γέγονεν Αἰθίοπάς τε καὶ Ὁμηρίτας ἐπὶ τῷ Περσῶν πονηρῷ ἑταιρίσασθαι. ὅπη δὲ τῆς γῆς οἱ ἄνθρωποι οἵδε ᾤκηνται καὶ καθ̓ τι αὐτοὺς Ῥωμαίοις ξυνοίσειν βασιλεὺς ἤλπισεν, ἐρῶν ἔρχομαι. [2] τὰ Παλαιστίνης ὅρια πρὸς ἀνίσχοντα ἥλιον ἐς θάλασσαν τὴν Ἐρυθρὰν καλουμένην διήκει. [3] αὕτη δὲ θάλασσα ἐξ Ἰνδῶν ἀρχομένη ἐνταῦθα τελευτᾷ τῆς Ῥωμαίων ἀρχῆς. καὶ πόλις Αἰλὰς καλουμένη πρὸς τῇ ταύτης ἠϊόνι ἐστίν, ἔνθα θάλασσα, ὥσπερ μοι εἴρηται, ἀπολήγουσα πορθμός τις ἐς ἄγαν στενὸς γίνεται. καὶ αὐτὸν ἐνθένδε ἐσπλέοντι ἐν δεξιᾷ μὲν ὄρη τὰ Αἰγυπτίων πρὸς νότον ἄνεμον τετραμμένα ἐστίν, ἐπὶ θάτερα δὲ χώρα ἔρημος ἀνθρώπων ἐπὶ πλεῖστον διήκει πρὸς βορρᾶν ἄνεμον, τε γῆ αὕτη τῷ ἐσπλέοντι ἑκατέρωθεν ὁρατὴ γίνεται, μέχρι ἐς τὴν Ἰωτάβην καλουμένην νῆσον, Αἰλᾶ πόλεως σταδίους οὐχ ἧσσον χιλίους διέχουσαν. [4] ἔνθα Ἑβραῖοι αὐτόνομοι μὲν ἐκ παλαιοῦ ᾤκηντο, ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος κατήκοοι Ῥωμαίων γεγένηνται. [5] πέλαγος δὲ τὸ ἐνθένδε μέγα ἐκδέχεται. καὶ γῆν μὲν τὴν ἐν δεξιᾷ οἱ ταύτῃ ἐσπλέοντες οὐκέτι ὁρῶσιν, ἐς μέντοι τὴν εὐώνυμον νυκτὸς ἀεὶ ἐπιγινομένης ὁρμίζονται. [6] ἐν σκότῳ γὰρ ναυτίλλεσθαι ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ ἀδύνατά ἐστιν, ἐπεὶ βράχους αὐτὴν ἔμπλεων ἐπὶ πλεῖστον ξυμβαίνει εἶναι. [7] ὅρμοι δέ εἰσιν ἐνταῦθα πολλοὶ οὐ χερσὶν ἀνθρώπων, ἀλλὰ τῇ φύσει τῶν χωρίων [p. 180] πεποιημένοι, καὶ ἀπ̓ αὐτοῦ τοῖς πλέουσιν οὐ χαλεπόν ἐστιν ὅπη παρατύχοι ὁρμίζεσθαι. Ταύτην δὴ τὴν ἠϊόνα εὐθὺς μὲν ὅρους τοὺς Παλαιστίνης ὑπερβάντι Σαρακηνοὶ ἔχουσιν, [8] οἳ ἐν τῷ φοινικῶνι ἐκ παλαιοῦ ἵδρυνται. [9] ἔστι δὲ φοινικὼν ἐν τῇ μεσογείᾳ ἐς χώραν κατατείνων πολλήν, ἔνθα δὴ ἄλλο τὸ παράπαν οὐδὲν ὅτι μὴ φοίνικες φύονται μόνοι. [10] τούτῳ τῷ φοινικῶνι βασιλέα Ἰουστινιανὸν Ἀβοχάραβος ἐδωρήσατο, τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχων, καὶ αὐτὸν βασιλεὺς φύλαρχον τῶν ἐν Παλαιστίνῃ Σαρακηνῶν κατεστήσατο. [11] ἀδῄωτόν τε τὴν χώραν διεφύλαξε τὸν ἅπαντα χρόνον, ἐπεὶ τοῖς τε ἀρχομένοις βαρβάροις καὶ οὐδέν τι ἧσσον τοῖς πολεμίοις φοβερός τε ἀεὶ Ἀβοχάραβος ἔδοξεν εἶναι καὶ διαφερόντως δραστήριος. [12] τῷ μὲν οὖν λόγῳ τὸν φοινικῶνα βασιλεὺς ἔχει, μετεῖναι δὲ αὐτῷ τῶν ταύτῃ χωρίων οὐδ̓ ὁπωστιοῦν δυνατά ἐστι. [13] γῆ τε γὰρ ἀνθρώπων παντελῶς ἔρημος καὶ ἀτεχνῶς ἄνυδρος ἐν μέσῳ οὖσα ἐς δέκα ἡμερῶν ὁδὸν διήκει, καὶ αὐτὸς λόγου ὁτουοῦν ἄξιος φοινικὼν οὐδαμῆ ἐστιν, ἀλλ̓ ὄνομα δώρου τε Ἀβοχάραβος ἔδωκε μόνον καὶ βασιλεὺς εὖ εἰδὼς ἔλαβε. τὰ μὲν οὖν ἀμφὶ τῷ φοινικῶνι ταύτῃ πη ἔχει. [14] τούτων δὲ τῶν ἀνθρώπων ἄλλοι Σαρακηνοὶ ἐχόμενοι τὴν ἀκτὴν ἔχουσιν, οἳ δὴ Μαδδηνοὶ καλοῦνται, Ὁμηριτῶν κατήκοοι ὄντες. [15] οἱ δὲ Ὁμηρῖται οὗτοι ἐν χώρᾳ τῇ ἐπέκεινα ᾤκηνται πρὸς τῇ τῆς θαλάσσης ἠϊόνι. ὑπέρ τε αὐτοὺς ἄλλα ἔθνη πολλὰ μέχρι ἐς τοὺς ἀνθρωποφάγους Σαρακηνοὺς ἱδρῦσθαί φασι. [16] μεθ̓ οὓς δὴ τὰ γένη τῶν Ἰνδῶν ἐστιν. ἀλλὰ τούτων μὲν πέρι λεγέτω ἕκαστος ὥς πη αὐτῷ βουλομένῳ ἐστίν. [p. 182] [17] Ὁμηριτῶν δὲ καταντικρὺ μάλιστα ἐν τῇ ἀντιπέρας ἠπείρῳ Αἰθίοπες οἰκοῦσιν, οἳ Αὐξωμῖται ἐπικαλοῦνται, ὅτι δὴ αὐτοῖς τὰ βασίλειά ἐστιν ἐν πόλει Αὐξώμιδι. [18] καὶ θάλασσα ἐν μέσῳ ἐστὶν ἀνέμου μετρίως ἐπιφόρου ἐπιπεσόντος ἐς πέντε ἡμερῶν τε καὶ νυκτῶν διάπλουν διήκει. [19] ταύτῃ γὰρ καὶ νύκτωρ ναυτίλλεσθαι νενομίκασιν, ἐπεὶ βράχος ἐνταῦθα οὐδαμῆ ἐστιν: αὕτη πρὸς ἐνίων θάλασσα Ἐρυθρὰ κέκληται. τὰ γὰρ ταύτης ἐκτὸς ἐκπλέοντι ἄχρι ἐς τὴν ἠϊόνα καὶ Αἰλὰν πόλιν Ἀραβικὸς ὠνόμασται κόλπος. [20] χώρα γὰρ ἐνθένδε ἄχρι τῶν Γάζης πόλεως ὁρίων Ἀραβία τὸ παλαιὸν ὠνομάζετο, ἐπεὶ καὶ τὰ βασίλεια ἐν τοῖς ἄνω χρόνοις ἐν Πέτραις τῇ πόλει τῶν Ἀράβων βασιλεὺς εἶχεν. [21] μὲν οὖν τῶν Ὁμηριτῶν ὅρμος ἐξ οὗ ἀπαίροντες εἰώθασιν ἐς Αἰθίοπας πλεῖν Βουλικὰς ὀνομάζεται. [22] διαπλεύσαντες δὲ ἀεὶ τὸ πέλαγος τοῦτο καταίρουσιν ἐς τῶν Ἀδουλιτῶν τὸν λιμένα. Ἄδουλις δὲ πόλις τοῦ μὲν λιμένος μέτρῳ εἴκοσι σταδίων διέχει ῾τοσούτῳ γὰρ διείργεται τὸ μὴ ἐπιθαλάσσιος εἶναἰ, πόλεως δὲ Αὐξώμιδος ὁδῷ ἡμερῶν δώδεκα. [23] Πλοῖα μέντοι ὅσα ἔν τε Ἰνδοῖς καὶ ἐν ταύτῃ τῇ θαλάσσῃ ἐστὶν οὐ τρόπῳ τῷ αὐτῷ ᾧπερ αἱ ἄλλαι νῆες πεποίηνται. οὐδὲ γὰρ πίσσῃ οὐδὲ ἄλλῳ ὁτῳοῦν χρίονται, οὐ μὴν οὐδὲ σιδήρῳ διαμπερὲς ἰόντι ἐς ἀλλήλας αἱ σανίδες ξυμπεπήγασιν, ἀλλὰ βρόχοις τισὶ ξυνδέδενται. [24] αἴτιον δὲ οὐχ ὅπερ οἱ πολλοὶ οἴονται, πέτραι τινὲς ἐνταῦθα οὖσαι καὶ τὸν σίδηρον ἐφ̓ ἑαυτὰς ἕλκουσαι ῾τεκμήριον δέ: ταῖς γὰρ Ῥωμαίων ναυσὶν ἐξ Αἰλᾶ πλεούσαις [p. 184] ἐς θάλασσαν τήνδε, καίπερ σιδήρῳ πολλῷ ἡρμοσμέναις, οὔποτε τοιοῦτον ξυνηνέχθη παθεῖν̓, ἀλλ̓ ὅτι οὔτε σίδηρον οὔτε ἄλλο τι τῶν ἐς ταῦτα ἐπιτηδείων Ἰνδοὶ Αἰθίοπες ἔχουσιν. [25] οὐ μὴν οὐδὲ πρὸς Ῥωμαίων ὠνεῖσθαι τούτων τι οἷοί τέ εἰσιν, νόμῳ ἅπασι διαρρήδην ἀπειρημένον. [26] θάνατος γὰρ τῷ ἁλόντι ζημία ἐστί. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἐρυθρᾷ καλουμένῃ θαλάσσῃ καὶ χώρᾳ αὐτῆς ἐφ̓ ἑκάτερά ἐστι ταύτῃ πη ἔχει. [27] Ἐκ δὲ Αὐξώμιδος πόλεως ἐς τὰ ἐπ̓ Αἰγύπτου ὅρια τῆς Ῥωμαίων ἀρχῆς, οὗ δὴ πόλις Ἐλεφαντίνη καλουμένη οἰκεῖται, τριάκοντα ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί. [28] ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ ἵδρυται καὶ Βλέμυές τε καὶ Νοβάται, πολυανθρωπότατα γένη. ἀλλὰ Βλέμυες μὲν ταύτης δὴ τῆς χώρας ἐς τὰ μέσα ᾤκηνται, Νοβάται δὲ τὰ ἀμφὶ Νεῖλον ποταμὸν ἔχουσι. πρότερον δὲ οὐ ταῦτα ἐγεγόνει τὰ ἔσχατα τῆς Ῥωμαίων ἀρχῆς, ἀλλ̓ ἐπέκεινα ὅσον ἑπτὰ ἑτέρων ἐπίπροσθεν ὁδὸν ἡμερῶν: [29] ἡνίκα δὲ Ῥωμαίων αὐτοκράτωρ Διοκλητιανὸς ἐνταῦθα γενόμενος κατενόησεν ὅτι δὴ τῶν μὲν ἐκείνῃ χωρίων φόρος λόγου ἄξιος ὡς ἥκιστα ἦν, ἐπεὶ στενὴν μάλιστα τὴν γῆν ἐνταῦθα ξυμβαίνει εἶναι ῾πέτραι γὰρ τοῦ Νείλου οὐ πολλῷ ἄποθεν ὑψηλαὶ λίαν ἀνέχουσαι τῆς χώρας τὰ λοιπὰ ἔχουσἰ, στρατιωτῶν δὲ πάμπολύ τι πλῆθος ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυτο, ὧνπερ ταῖς δαπάναις ὑπερφυῶς ἄχθεσθαι συνέβαινε τὸ δημόσιον, ἅμα δὲ καὶ Νοβάται ἀμφὶ πόλιν Ὄασιν ᾠκημένοι τὰ πρότερα ἦγόν τε καὶ ἔφερον ἅπαντα ἐς ἀεὶ τὰ ἐκείνῃ χωρία, τούτους δὴ τοὺς βαρβάρους ἀνέπεισεν ἀναστῆναι μὲν ἐξ [p. 186] ἠθῶν τῶν σφετέρων, ἀμφὶ ποταμὸν δὲ Νεῖλον ἱδρύσασθαι, δωρήσασθαι αὐτοὺς ὁμολογήσας πόλεσί τε μεγάλαις καὶ χώρᾳ πολλῇ τε καὶ διαφερόντως ἀμείνονι ἧσπερ τὰ πρότερα ᾤκηντο. [30] οὕτω γὰρ ᾤετο αὐτούς τε οὐκέτι τά γε ἀμφὶ τὴν Ὄασιν ἐνοχλήσειν χωρία καὶ γῆς τῆς σφίσι διδομένης μεταποιουμένους, ἅτε οἰκείας οὔσης, ἀποκρούσεσθαι Βλέμυάς τε, ὡς τὸ εἰκός, καὶ βαρβάρους τοὺς ἄλλους. [31] ἐπεί τε τοὺς Νοβάτας ταῦτα ἤρεσκε, τήν τε μετανάστασιν αὐτίκα δὴ μάλα πεποίηντο ᾗπερ Διοκλητιανὸς σφίσιν ἐπέστελλε, καὶ Ῥωμαίων τάς τε πόλεις καὶ χώραν ξύμπασαν ἐφ̓ ἑκάτερα τοῦ ποταμοῦ ἐξ Ἐλεφαντίνης πόλεως ἔσχον. [32] τότε δὴ βασιλεὺς οὗτος αὐτοῖς τε καὶ Βλέμυσιν ἔταξε δίδοσθαι ἀνὰ πᾶν ἔτος ῥητόν τι χρυσίον ἐφ̓ μηκέτι γῆν τὴν Ῥωμαίων ληίσωνται. [33] ὅπερ καὶ ἐς ἐμὲ κομιζόμενοι οὐδέν τι ἧσσον καταθέουσι τὰ ἐκείνῃ χωρία. οὕτως ἄρα βαρβάρους ἅπαντας οὐδεμία μηχανὴ διασώσασθαι τὴν ἐς Ῥωμαίους πίστιν ὅτι μὴ δέει τῶν ἀμυνομένων στρατιωτῶν. [34] καίτοι καὶ νῆσόν τινα ἐν ποταμῷ Νείλῳ ἄγχιστά πη τῆς Ἐλεφαντίνης πόλεως εὑρὼν βασιλεὺς οὗτος φρούριόν τε ταύτῃ δειμάμενος ὀχυρώτατον, κοινούς τινας ἐνταῦθα νεώς τε καὶ βωμοὺς Ῥωμαίοις τε καὶ τούτοις δὴ κατεστήσατο τοῖς βαρβάροις, καὶ ἱερεῖς ἑκάστων ἐν τῷ φρουρίῳ τούτῳ ἱδρύσατο, ἐν τῷ βεβαίῳ τὴν φιλίαν αὐτοῖς ἔσεσθαι τῷ μετέχειν τῶν ἱερῶν σφίσιν οἰόμενος. [35] διὸ δὴ καὶ Φίλας ἐπωνόμασε τὸ χωρίον. ἄμφω δὲ ταῦτα τὰ ἔθνη, οἵ τε Βλέμυες καὶ οἱ Νοβάται, τούς τε ἄλλους θεοὺς οὕσπερ [p. 188] Ἕλληνες νομίζουσι πάντας, καὶ τήν τε Ἶσιν τόν τε Ὄσιριν σέβουσι, καὶ οὐχ ἥκιστά γε τὸν Πρίαπον. [36] οἱ μέντοι Βλέμυες καὶ ἀνθρώπους τῷ ἡλίῳ θύειν εἰώθασι. ταῦτα δὲ τὰ ἐν Φίλαις ἱερὰ οὗτοι δὴ οἱ βάρβαροι καὶ ἐς ἐμὲ εἶχον, ἀλλὰ βασιλεὺς αὐτὰ Ἰουστινιανὸς καθελεῖν ἔγνω. [37] Ναρσῆς γοῦν, Περσαρμένιος γένος, οὗ πρόσθεν ἅτε ηὐτομοληκότος ἐς Ῥωμαίους ἐμνήσθην, τῶν ἐκείνῃ στρατιωτῶν ἄρχων τά τε ἱερὰ καθεῖλε, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τοὺς μὲν ἱερεῖς ἐν φυλακῇ ἔσχε, τὰ δὲ ἀγάλματα ἐς Βυζάντιον ἔπεμψεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: