previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πρῶτον μὲν εἰθισμένον ὂν ἐκ παλαιοῦ ἕκαστον τὴν Ῥωμαίων ἀρχὴν ἔχοντα οὐχ ἅπαξ μόνον, [p. 141] ἀλλὰ καὶ πολλάκις τοῖς τῶν δημοσίων ὀφλημάτων λειψάνοις τοὺς κατηκόους δωρεῖσθαι πάντας, τοῦ μήτε τοὺς ἀπορουμένους τε καὶ ὅθεν ἂν ἐκτίνοιεν τὰ λείψανα ταῦτα οὐδαμῆ ἔχοντας διηνεκὲς ἀποπνίγεσθαι μήτε τοῖς φορολόγοις σκήψεις παρέχεσθαι, συκοφαντεῖν ἐγχειροῦσι τῶν τοῦ φόρου ὑποτελῶν τοὺς οὐδὲν ὀφείλοντας, οὗτος ἐς δύο καὶ τριάκοντα ἐτῶν χρόνον οὐδὲν τοιοῦτο ἐς τοὺς κατηκόους εἰργάσατο. [2] καὶ ἀπ̓ αὐτοῦ τοῖς μὲν ἀπορουμένοις ἀναγκαῖον ἦν ἀποδρᾶναί τε καὶ μηδενὶ ἔτι ἐπανιέναι. [3] καὶ οἱ συκοφάνται τοὺς ἐπιεικεστέρους ἀπέκναιον κατηγορίαν ἐπανασείοντες ἅτε τὸ τέλος ἐνδεεστέρως ἐκ παλαιοῦ καταβάλλοντας τῆς ἐγκειμένης τῷ χωρίῳ φορᾶς. [4] οὐ γὰρ ὅσον οἱ ταλαίπωροι τὴν καινὴν τοῦ φόρου ἀπαγωγὴν ἐδεδίεσαν, ἀλλὰ καὶ χρόνων τοσούτων τὸ πλῆθος οὐδὲν προσῆκον βαρύνεσθαι φόροις. [5] πολλοὶ γοῦν ἀμέλει τὰ σφέτερα αὐτῶν τοῖς συκοφάνταις τῷ δημοσίῳ προέμενοι ἀπηλλάσσοντο. [6] ἔπειτα δὲ Μήδων μὲν καὶ Σαρακηνῶν τῆς Ἀσίας γῆν τὴν πολλὴν, τῶν δὲ δὴ Οὔννων καὶ Σκλαβηνῶν καὶ Ἀντῶν ξύμπασαν Εὐρώπην ληϊσαμένων, καὶ τῶν πόλεων τὰς μὲν καθελόντων ἐς ἔδαφος, τὰς δὲ ἀργυρολογησάντων ἐς τὸ ἀκριβὲς μάλιστα, τοὺς δὲ ἀνθρώπους ἐξανδραποδισάντων ξὺν χρήμασι πᾶσιν, ἔρημόν τε τῶν οἰκητόρων καταστησαμένων χώραν ἑκάστην ταῖς καθ̓ ἡμέραν ἐπιδρομαῖς, φόρον μὲν οὐδενὶ τῶν ἁπάντων ἀφῆκε, πλήν γε δὴ ὅσον ἐνιαυτοῦ ταῖς [p. 142] ἁλούσαις τῶν πόλεων μόνον. [7] καίτοι εἰ καθάπερ Ἀναστάσιος βασιλεὺς ἑπτάετες ταῖς ἁλούσαις τὰ τέλη ἐπιχωρεῖν ἔγνω, οἶμαι δ̓ ἂν οὐδ̓ ὣς αὐτὸν πεποιῆσθαι τὰ δέοντα, ἐπεὶ Καβάδης μὲν ταῖς οἰκοδομίαις ὡς ἥκιστα λυμηνάμενος ἀπιὼν ᾤχετο, Χοσρόης δὲ ἅπαντα πυρπολήσας ἐς ἔδαφος καθεῖλε, μείζω τε προσετρίψατο τοῖς περιπεπτωκόσι τὰ πάθη. [8] καὶ τούτοις μὲν τοῖς ἀνθρώποις οἷσπερ τὸ γελοιῶδες τοῦτο τοῦ φόρου ἀφῆκε καὶ τοῖς ἄλλοις ἅπασι, πολλάκις μὲν δεξαμένοις τὸν Μήδων στρατὸν, διηνεκὲς δὲ Οὔννων τε καὶ βαρβάρων Σαρακηνῶν γῆν τὴν ἑῴαν ληϊσαμένων, οὐδὲν δὲ ἧσσον καὶ τῶν ἐπὶ τῆς Εὐρώπης βαρβάρων ταῦτα ἐργαζομένων ἀεὶ καὶ καθ̓ ἑκάστην τοὺς ἐκείνῃ Ῥωμαίους, βασιλεὺς οὗτος χαλεπώτερος εὐθὺς γέγονε βαρβάρων ἁπάντων. [9] συνωναῖς τε γὰρ καὶ ταῖς καλουμέναις ἐπιβολαῖς τε καὶ διαγραφαῖς οἱ τῶν χωρίων κύριοι τῶν πολεμίων ἀνακεχωρηκότων αὐτίκα μάλα ἡλίσκοντο. [10] τι δὲ τὰ ὀνόματά ἐστί τε καὶ βούλεται ταῦτα, ἐγὼ δηλώσω. [11] Τοὺς τὰ χωρία κεκτημένους ἀναγκάζουσι τὸν Ῥωμαίων ἐκτρέφειν στρατὸν κατὰ τὸ μέτρον τῆς κειμένης ἑκάστῳ φορᾶς, τιμημάτων καταβαλλομένων οὐχ ᾗπερ ἐφίησιν παρὼν τῇ χρείᾳ καιρὸς, ἀλλ̓ ᾗπερ ἔξεστι καὶ διώρισται, οὐ διερευνώμενοι δὲ, εἴπερ αὐτοῖς τὰ ἐπιτήδεια ἐν τῇ χώρᾳ ξυμβαίνει. [12] περιέστηκέ τε [p. 143] τοὺς δειλαίους τούτους ἀνάγκη τὰ μὲν ἐπιτήδεια στρατιώταις τε καὶ ἵπποις ἐσκομίζεσθαι, πάντα ὠνουμένους αὐτὰ τιμημάτων πολλῶν ἐς ἄγαν ἀξιωτέρων καὶ ταῦτα ἐκ χώρας, ἂν οὕτω τύχοι, μακράν που οὔσης καὶ ταῦτα ἐς τὸ χωρίον ἀποκομίζειν, οὗ δὴ τὸ στρατόπεδον ξυμβαίνει εἶναι, μετρεῖν τε τοῖς τῶν στρατιωτῶν χορηγοῖς, οὐ καθάπερ πᾶσιν ἀνθρώποις νόμος, [13] ἀλλ̓ ᾗπερ ἐκείνοις ἂν βουλομένοις εἴη. καὶ τοῦτό ἐστι τὸ πρᾶγμα ὅπερ συνωνὴ καλεῖται, ἐξ οὗ δὴ ἅπασιν ἐκνενευρίσθαι τοῖς τῶν χωρίων κυρίοις ξυμβαίνει. [14] φόρον γὰρ ἀπ̓ αὐτοῦ τὸν ἐπέτειον οὐχ ἥσσονα δεκαπλασίονα ἐγκατατιθέναι σφίσιν ἐπάναγκες, οἷς γε οὐ μόνον, ὥσπερ εἴρηται, τῷ στρατῷ χορηγεῖν, ἀλλὰ καὶ σῖτον ἐς Βυζάντιον πολλάκις διακομίζειν ταῦτα πεπονθόσι ξυνέπεσεν, ἐπεὶ οὐχ Βαρσύμης καλούμενος μόνος τὸ τοιοῦτο ἄγος ἐξαμαρτάνειν τετόλμηκεν, ἀλλὰ καὶ πρότερον μὲν Καππαδόκης, ὕστερον δὲ οἱ μετὰ τὸν Βαρσύμην τοῦτο δὴ τὸ τῆς ἀρχῆς παραλαβόντες ἀξίωμα. [15] Τὰ μὲν οὖν τῆς συνωνῆς ταύτῃ πη ἔχει: τὸ δὲ τῆς ἐπιβολῆς ὄνομα ὄλεθρός τίς ἐστιν ἀπρόοπτος ἐξαπιναίως τοῖς τὰ χωρία κεκτημένοις ἐπιγενόμενος πρόρριζόν τε αὐτοῖς ἐκτρίβων τὴν τοῦ βίου ἐλπίδα. [p. 144] [16] χωρίων γὰρ τὸ τέλος τῶν ἐρήμων τε καὶ ἀπόρων γεγενημένων, ὧν δὴ τοῖς τε κυρίοις καὶ τοῖς γεωργοῖς ἤδη τετύχηκεν παντάπασιν ἀπολωλέναι, γῆν πατρῴαν ἀπολιποῦσι τοῖς ἐγκειμένοις σφίσι διὰ ταῦτα κακοῖς κρύπτεσθαι, οὐκ ἀπαξιοῦσιν ἐπιφέρειν τοῖς οὔπω διεφθαρμένοις παντάπασι. [17] Τοιοῦτο μὲν καὶ τὸ τῆς ἐπιβολῆς ὄνομά ἐστιν, ἐπιπολάσαν ὡς τὸ εἰκὸς ἐπὶ τὸν χρόνον μάλιστα τοῦτον. τὰ δὲ τῶν διαγραφῶν ὡς συντομώτατα φράσαντι ἀπηλλάχθαι τῇδέ πη ἔχει. [18] ζημίαις πολλαῖς ἄλλως τε καὶ ὑπὸ τοὺς χρόνους τούτους περιβάλλεσθαι τὰς πόλεις ἦν ἀνάγκη: ὧνπερ τάς τε ἀφορμὰς καὶ τοὺς τρόπους ἀφίημι λέγειν ἐν τῷ παρόντι, ὡς μή μοι λόγος ἀπέραντος εἴη. [19] ταύτας οἱ τὰ χωρία ἔχοντες ἀπέτινον, τίμημα κατατιθέντες κατὰ λόγον τῆς ἐγκειμένης ἑκάστῳ [20] φορᾶς. οὐκ ἄχρι δὲ τούτων αὐτοῖς τὸ κακὸν ἔστη, ἀλλὰ καὶ τοῦ λοιμοῦ ξύμπασαν περιλαβόντος τήν τε ἄλλην οἰκουμένην καὶ οὐχ ἥκιστα τὴν τῶν Ῥωμαίων ἀρχὴν τῶν τε γεωργῶν ἀφανίσαντος μέρος τὸ πλεῖστον, καὶ ἀπ̓ αὐτοῦ ἐρήμων ὡς τὸ εἰκὸς τῶν χωρίων γεγενημένων, οὐδεμιᾷ φειδοῖ ἐχρήσατο ἐς τοὺς τούτων κυρίους. [21] φόρον γὰρ τὸν ἐπέτειον οὔποτε ἀνίει πραττόμενος [p. 145] οὐχ ᾗπερ ἑκάστῳ ἐπέβαλλε μόνον, ἀλλὰ καὶ γειτόνων τῶν ἀπολωλότων τὴν μοῖραν. [22] προσῆν δὲ αὐτοῖς καὶ τἄλλα πάντα ὧνπερ ἐμνήσθην ἀρτίως ἅτε τοῖς τῶν χωρίων δεδυστυχηκόσι τὴν κτῆσιν ἀεὶ ἐγκειμένων, ἔτι μέντοι καὶ τοῖς μὲν στρατιώταις ἀνὰ τὰ κάλλιστά τε καὶ τιμιώτατα δωματίων τῶν σφετέρων ᾠκημένοις ὑπηρετεῖν, αὐτοῖς δὲ πάντα τοῦτον τὸν χρόνον ἐν τοῖς φαυλοτάτοις τε καὶ ἀπημελημένοις τῶν οἰκιδίων δίαιταν ἔχειν. [23] Ἅπερ ἅπαντα ὑπὸ τὴν Ἰουστινιανοῦ τε καὶ Θεοδώρας βασιλείαν τοῖς ἀνθρώποις ἀεὶ γίνεσθαι ξυνέβη, ἐπεὶ οὔτε πόλεμον οὔτε τι ἄλλο τῶν μεγίστων κακῶν ἐν τούτῳ δὴ τῷ χρόνῳ λελωφηκέναι τετύχηκεν. [24] ἐπεὶ δὲ δωματίων ἐμνήσθημεν, οὐδὲ τοῦτο παριτέον ἡμῖν, ὅτι δὴ οἱ κεκτημένοι τὰς ἐν Βυζαντίῳ οἰκίας βαρβάροις ἐνταῦθα καταλύειν παρεχόμενοι ἑπτακισμυρίοις μάλιστα οὖσιν, οὐχ ὅπως τῶν σφετέρων ὀνίνασθαι οὐδαμῆ εἶχον, ἀλλὰ καὶ προσετρίβοντο δυσκόλοις ἑτέροις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: