previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἵτινες δὲ ἀνθρώπω Ἰουστινιανός τε καὶ Θεοδώρα ἤστην τρόπῳ τε ὅτῳ διεσπάσαντο τὰ Ῥωμαίων [2] πράγματα ἐρῶν ἔρχομαι. Λέοντος ἐν Βυζαντίῳ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, γεωργοὶ νεανίαι τρεῖς, Ἰλλυριοὶ γένος, Ζίμαρχός τε καὶ Διτύβιστος καὶ Ἰουστῖνος ἐκ Βεδεριάνης, πράγμασιν ἐνδελεχέστατα τοῖς ἀπὸ τῆς πενίας οἴκοι μαχόμενοι τούτων τε ἀπαλλαξείοντες ἐπὶ τὸ στρατεύεσθαι ὥρμησαν. [3] καὶ πεζῆ βαδίζοντες ἐς Βυζάντιον ᾔεσαν, σισύρας ἐπὶ τῶν ὤμων αὐτοὶ φέροντες, ἐν αἷς δὴ ἄλλο οὐδὲν ὅτι μὴ διπύρους ἄρτους οἴκοθεν ἐμβεβλημένοι ἀφίκοντο, ταχθέντας τε ἐν τοῖς στρατιωτικοῖς καταλόγοις βασιλεὺς αὐτοὺς ἐς τοῦ Παλατίου τὴν φυλακὴν ἐπελέξατο. κάλλιστοι γὰρ ἅπαντες τὰ σώματα ἦσαν. [4] χρόνῳ δὲ ὕστερον Ἀναστασίῳ τὴν βασιλείαν παραλαβόντι πόλεμος πρὸς τὸ Ἰσαύρων ἔθνος ὅπλα ἐπ̓ αὐτὸν ἀραμένους κατέστη. [5] στρατιάν τε λόγου ἀξίαν ἐπ̓ αὐτοὺς ἔπεμψεν, ἧσπερ [p. 39] Ἰωάννης ἡγεῖτο, ἐπίκλησιν Κυρτός. οὗτος Ἰωάννης τὸν Ἰουστῖνον ἁμαρτάδος τινὸς ἕνεκα ἐν δεσμωτηρίῳ καθεῖρξεν, ἡμέρᾳ τε τῇ ἐπιούσῃ ἐξ ἀνθρώπων αὐτὸν ἀφανιεῖν ἔμελλεν, εἰ μή τις μεταξὺ ἐπιγενομένη ὄψις ὀνείρου ἐκώλυσεν. [6] ἔφη γάρ οἱ ἐν ὀνείρῳ στρατηγὸς ἐντυχεῖν τινα παμμεγέθη τε τὸ σῶμα καὶ τἄλλα κρείσσω ἀνθρώπῳ εἰκάζεσθαι. [7] καὶ τὸν μέν οἱ ἐπισκῆψαι μεθεῖναι τὸν ἄνδρα, ὅνπερ καθείρξας ἐκείνῃ τῇ ἡμέρᾳ ἐτύγχανεν: αὐτὸν δὲ τοῦ ὕπνου ἐξαναστάντα ἐν ἀλογίᾳ τὴν τοῦ ὀνείρου ὄψιν ποιήσασθαι. [8] ἐπιλαβούσης δὲ καὶ ἑτέρας νυκτὸς ἐδόκει μέν οἱ ἐν τῷ ὀνείρῳ καὶ αὖθις τῶν λόγων ἀκούειν ὧνπερ ἠκηκόει τὸ πρότερον, ἐπιτελέσαι δὲ τὰ ἐπιτεταγμένα οὐδ̓ ὣς [9] βεβουλῆσθαι. τρίτον τέ οἱ ἐπιστᾶσαν τὴν τοῦ ὀνείρου ὄψιν ἀπειλῆσαι μὲν τὰ ἀνήκεστα, ἢν μὴ τὰ ἐπηγγελμένα ποιοίη, ἐπειπεῖν τε ὡς αὐτοῦ τε τοῦ ἀνθρώπου καὶ τῆς ξυγγενείας χρέος οἱ μέγα ὀργισθησομένῳ ἐς χρόνον τὸν ὄπισθεν εἴη. [10] Τότε μὲν οὖν οὕτως Ἰουστίνῳ περιεῖναι ξυνέβη, προϊόντος δὲ τοῦ χρόνου ἐς μέγα δυνάμεως οὗτος Ἰουστῖνος ἐχώρησεν. [11] ἄρχοντα γὰρ αὐτὸν Ἀναστάσιος βασιλεὺς κατεστήσατο τῶν ἐν Παλατίῳ φυλάκων. ἐπειδή τε βασιλεὺς ἐξ ἀνθρώπων ἠφάνιστο, αὐτὸς τῇ τῆς ἀρχῆς δυνάμει τὴν βασιλείαν παρέλαβε, τυμβογέρων [p. 40] μὲν γεγονὼς ἤδη, ἀμάθητος δὲ γραμμάτων ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος ὢν, οὐ γεγονὸς ἔν γε Ῥωμαίοις πρότερον τοῦτό γε. [12] εἰθισμένον δὲ γράμματα οἰκεῖα τοῖς βιβλίοις ἐντιθέναι τὸν βασιλέα, ὅσα ἂν ἐπαγγέλλοντος αὐτοῦ γίνοιτο, αὐτὸς μέντοι οὔτε ἐπήγγειλεν οὔτε τοῖς πρασσομένοις ξυνεπίστασθαι οἷός τε ἦν. [13] ὃς δὲ παρεδρεύειν αὐτῷ ἔλαχεν, ἀρχὴν ἔχων τὴν τοῦ καλουμένου κοιαίστωρος Πρόκλος ὄνομα, [14] αὐτὸς δὴ αὐτονόμῳ γνώμῃ ἅπαντα ἔπρασσεν. ὅπως δὲ μαρτυρίαν τῆς βασιλέως χειρὸς ἔχοιεν, οἷς δὴ ἐπίκειται τὸ ἔργον τοῦτο, ἐπενοήθη τάδε. [15] ξύλῳ εἰργασμένῳ βραχεῖ ἐγκολάψαντες μορφήν τινα γραμμάτων τεττάρων, ἅπερ ἀναγνῶναι τῇ Λατίνων φωνῇ δύναται, γραφίδα τε βαφῇ βάψαντες, βασιλεῖς γράφειν εἰώθασιν, [16] ἐνεχειρίζοντο τῷ βασιλεῖ τούτῳ. καὶ τὸ ξύλον, [p. 41] οὗπερ ἐμνήσθην, τῷ βιβλίῳ ἐνθέμενοι, λαβόμενοί τε τῆς βασιλέως χειρὸς, περιῆγον μὲν ξὺν τῇ γραφίδι ἐς τῶν τεττάρων γραμμάτων τὸν τύπον, ἐς πάσας τε τὰς τοῦ ξύλου αὐτὴν περιελίξαντες ἐντομὰς οὕτω δὴ ἀπηλλάσσοντο, τοιαῦτα βασιλέως γράμματα φέροντες. [17] Τὰ μὲν ἀμφὶ τῷ Ἰουστίνῳ ταύτῃ Ῥωμαίοις εἶχε. γυναικὶ δὲ ὄνομα Λουππικίνῃ ξυνῴκει. αὕτη δὲ δούλη τε καὶ βάρβαρος οὖσα τοῦ πρόσθεν αὐτὴν ἐωνημένου παλλακὴ γέγονε. καὶ αὐτὴ μὲν ξὺν Ἰουστίνῳ ἐπὶ βίου δυσμαῖς τὴν βασιλείαν ἔσχεν. [18] Ἰουστῖνος μὲν οὖν οὔτε τι πονηρὸν τοὺς ὑπηκόους ἐργάζεσθαι οὔτε ἀγαθὸν ἴσχυεν. εὐηθείᾳ γὰρ πολλῇ εἴχετο, ἄγλωττός τε παντάπασιν ὢν καὶ ἀγροικιζόμενος μάλιστα. [19] ἀδελφιδοῦς δὲ αὐτῷ Ἰουστινιανὸς νέος ὢν ἔτι διῳκεῖτο τὴν ἀρχὴν ξύμπασαν καὶ γέγονε Ῥωμαίοις ξυμφορῶν αἴτιος, οἵας τε καὶ ὅσας ἐς τὸν ἅπαντα αἰῶνα οὐδείς που πρότερον ἀκοῇ ἔλαβεν. [20] ἔς τε γὰρ ἀνθρώπων ἄδικον φόνον καὶ χρημάτων ἁρπαγὴν ἀλλοτρίων ῥᾷστα ἐχώρει, καὶ οὐδὲν ἦν αὐτῷ μυριάδας πολλὰς ἐξ ἀνθρώπων ἀφανισθῆναι, καίπερ αὐτῷ αἰτίαν οὐδεμίαν παρασχομένων. [21] καὶ φυλάσσειν μὲν τῶν καθεσταμένων οὐδὲν ἠξίου, ἅπαντα δὲ νεοχμοῦν ἐς ἀεὶ [p. 42] ἤθελε, καὶ τὸ ξύμπαν εἰπεῖν, μέγιστος δὴ οὗτος ἦν [22] διαφθορεὺς τῶν εὖ καθεστώτων. τὸν μὲν οὖν λοιμὸν, ὅσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, καίπερ ἐπισκήψαντα εἰς τὴν γῆν ξύμπασαν, διέφυγον ἄνθρωποι οὐχ ἥσσους ὅσοις διαφθαρῆναι τετύχηκεν, οὐδαμῆ τῇ νόσῳ ἁλόντες περιγενόμενοι, ἐπειδὴ σφίσιν ἁλῶναι ξυνέβη. [23] ἄνδρα δὲ τοῦτον διαφυγεῖν ἀνθρώπῳ γε ὄντι Ῥωμαίῳ τῶν πάντων οὐδενὶ ξυνηνέχθη, ἀλλ̓ ὥσπερ τι ἄλλο ἐξ οὐρανοῦ πάθος ὅλῳ τῷ γένει ἐπεισπεσὸν ἀνέπαφον οὐδένα παντελῶς εἴασε. [24] τοὺς μὲν γὰρ ἔκτεινεν οὐδενὶ λόγῳ, τοὺς δὲ πενίᾳ μαχομένους ἀφεὶς ἀθλιωτέρους τῶν τετελευτηκότων εἰργάζετο, εὐχομένους τὰ παρόντα σφίσι διαλῦσαι θανάτῳ οἰκτίστῳ. τινῶν μέντοι ξὺν τοῖς χρήμασι καὶ τὰς ψυχὰς εἷλεν. [25] ἐπεὶ δὲ οὐδὲν ἦν αὐτῷ μόνην καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν, Λιβύης τε καὶ Ἰταλίας οὐκ ἄλλου του ἕνεκα πεποιῆσθαι τὴν ἐπικράτησιν ἴσχυσεν ὥστε ξὺν τοῖς πρότερον ὑφ̓ αὑτῷ οὖσι διολέσαι [26] τοὺς ταύτῃ ἀνθρώπους. οὔπω γοῦν δεκαταῖος εἰς τὴν [p. 43] δύναμιν γεγονὼς Ἀμάντιον τῶν ἐν Παλατίῳ εὐνούχων ἄρχοντα ξὺν ἑτέροις τισὶν ἐξ αἰτίας οὐδεμιᾶς ἔκτεινεν, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκὼν, πλήν γε δὴ ὅτι ἐς Ἰωάννην τὸν τῆς πόλεως ἀρχιερέα λόγον τινὰ προπετῆ εἴποι. [27] καὶ ἀπ̓ αὐτοῦ φοβερώτατος γέγονεν ἀνθρώπων ἁπάντων. αὐτίκα δὲ καὶ Βιταλιανὸν τὸν τύραννον μετεπέμψατο, δὴ τὰ πιστὰ πρότερον ὑπὲρ τῆς ἀσφαλείας παρέσχετο, διαλαχὼν αὐτῷ τῶν ἐν Χριστιανοῖς μυστηρίων. [28] ὀλίγῳ τε ὕστερον ἐξ ὑποψίας αὐτῷ προσκεκρουκότα ξὺν τοῖς ἐπιτηδείοις ἐν Παλατίῳ λόγῳ οὐδενὶ διεχρήσατο, πίστεις οὕτω δεινοτάτας ἐμπεδῶσαι οὐδαμῆ ἀξιώσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: