previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μυρρίνη

870φιλῶ φιλῶ 'γὼ τοῦτον: ἀλλ᾽ οὐ βούλεται
ὑπ᾽ ἐμοῦ φιλεῖσθαι. σὺ δ᾽ ἐμὲ τούτῳ μὴ κάλει.

Κινησίας

γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;
κατάβηθι δεῦρο.

Μυρρίνη
μὰ Δί᾽ ἐγὼ μὲν αὐτόσ᾽ οὔ.

Κινησίας

ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;

Μυρρίνη

875οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.

Κινησίας

ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.

Μυρρίνη

ἄπειμι.

Κινησίας
μὴ δῆτ᾽, ἀλλὰ τῷ γοῦν παιδίῳ
ὑπάκουσον: οὗτος οὐ καλεῖς τὴν μαμμίαν;

Παῖς Κινησίου

μαμμία, μαμμία, μαμμία.

Κινησίας

880αὕτη τί πάσχεις; οὐδ᾽ ἐλεεῖς τὸ παιδίον
ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;

Μυρρίνη

ἔγωγ᾽ ἐλεῶ δῆτ᾽: ἀλλ᾽ ἀμελὴς αὐτῷ πατὴρ
ἔστιν.

Κινησίας
κατάβηθ᾽ δαιμονία τῷ παιδίῳ.

Μυρρίνη

οἷον τὸ τεκεῖν: καταβατέον. τί γὰρ πάθω;

Κινησίας

885ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ
πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν:
χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,
ταῦτ᾽ αὐτὰ δή 'σθ᾽ κἄμ᾽ ἐπιτρίβει τῷ πόθῳ.

Μυρρίνη

γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,
890φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ.

Κινησίας

τί πονήρα ταῦτα ποιεῖς χἀτέραις
πείθει γυναιξί, κἀμέ τ᾽ ἄχθεσθαι ποιεῖς
αὐτή τε λυπεῖ;

Μυρρίνη
μὴ πρόσαγε τὴν χεῖρά μοι.

Κινησίας

τὰ δ᾽ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα
895χεῖρον διατίθης.

Μυρρίνη
ὀλίγον αὐτῶν μοι μέλει.

Κινησίας

ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης
ὑπὸ τῶν ἀλεκτρυόνων;

Μυρρίνη
ἔμοιγε νὴ Δία.

Κινησίας

τὰ δὲ τῆς Ἀφροδίτης ἱέρ᾽ ἀνοργίαστά σοι
χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;

Μυρρίνη

900μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἢν μὴ διαλλαχθῆτέ γε
καὶ τοῦ πολέμου παύσησθε.

Κινησίας
τοιγάρ, ἢν δοκῇ,
ποιήσομεν καὶ ταῦτα.

Μυρρίνη
τοιγάρ, ἢν δοκῇ,
κἄγωγ᾽ ἄπειμ᾽ ἐκεῖσε: νῦν δ᾽ ἀπομώμοκα.

Κινησίας

σὺ δ᾽ ἀλλὰ κατακλίνηθι μετ᾽ ἐμοῦ διὰ χρόνου.

Μυρρίνη

905οὐ δῆτα: καίτοι σ᾽ οὐκ ἐρῶ γ᾽ ὡς οὐ φιλῶ.

Κινησίας

φιλεῖς; τί οὖν οὐ κατεκλίνης Μύρριον;

Μυρρίνη

καταγέλαστ᾽ ἐναντίον τοῦ παιδίου;

Κινησίας

μὰ Δί᾽ ἀλλὰ τοῦτό γ᾽ οἴκαδ᾽ Μανῆ φέρε.
ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ 'κποδών,
910σὺ δ᾽ οὐ κατακλίνει.

Μυρρίνη
ποῦ γὰρ ἄν τις καὶ τάλαν
δράσειε τοῦθ᾽;

Κινησίας
ὅπου; τὸ τοῦ Πανὸς καλόν.

Μυρρίνη

καὶ πῶς ἔθ᾽ ἁγνὴ δῆτ᾽ ἂν ἔλθοιμ᾽ ἐς πόλιν;

Κινησίας

κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.

Μυρρίνη

ἔπειτ᾽ ὀμόσασα δῆτ᾽ ἐπιορκήσω τάλαν;

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: