previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπὲρ Λυκόφρονος 2

1 τοῦτον διορῦξαι τὸν τοῖχον τῆς πρὸς τὴν ἄνθρωπον ὁμιλίας ἕνεκεν οὐδαμῶς πιθανόν ἐστιν. οὔτε γὰρ ὡς πρὸς τοὺς πρότερον αὐτῷ λειτουργοῦντας καὶ πᾶν τι κελεύοι προθύμως ὑπομένοντας διηνέχθη δεδήλωκεν, οὔθ᾽ ὅτι γενομένης πρὸς αὐτὸν ἁψιμαχίας ἐκεῖνοι τὴν χρείαν ἀπείπαντο, ὅθεν Λυκόφρων ἐπὶ τὸ τὸν τοῖχον διορῦξαι κατηπείχθη, μηκέτι τῶν σωμάτων ... ὁμοίως τε 2 3 σθαι οὐκ ἂν διώρυξε τὸν τοῖχον. πόθεν γὰρ ἄνθρωπος μηδὲν κατεπειγόμενος ἀλλ᾽ ἔχων τὴν ἐξουσίαν καὶ τὰ παρ᾽ ἐκείνης εἰδέναι καὶ τὰ παρ᾽ αὑτοῦ λέγειν καὶ 4 καὶ τούτῳ οὐδέποθ᾽ Χρ ... 5 τὴν οἰκίαν ἀπεῖπεν̣. καὶ μὴν ἀδυνάτου γε εἶχεν τάξιν τὸ τὰς θεραπαίνας αὐτῆς πρὸς τοῦτον διαφέρεσθαι. τίς γὰρ ἂν οὕτως ἐγενήθη θρασεῖα ὥστε τὰ παρὰ τούτου ῥηθέντα τὰ παρ᾽ ἐκείνης πρὸς τοῦτον παρασιωπῆσαι τῆς ἰδίας ἔχθρας ἕνεκα; πρόχειρος δὲ 6 ἦν κίνδυνος εἰ μὲν γὰρ 7 ἅπερ οὗτοι προύθεν̣το. νῦν δὲ ἐκεῖνον μὲν ἑώρων καθ᾽ ὑπερβολὴν ἀσθενῶς διακείμενον, ταύτην δὲ τὴν τῆς οἰκίας μέλλουσαν κυριεύειν πολὺ πρὸ ὀφθαλμῶν ἀνελάμβανον, μὴ παθόντος τι τούτου τιμωρίαν ὑποσχῶσιν ὧν ἀντέπραξαν. οὔκουν οὔτε διορυχθῆναι τὸν τοῖχον ὑπὸ τούτου πιθανόν, οὔτε εἰώθει, καθάπερ λέγει, ταῖς θεραπαίναις διαλέγεσθαι. τίνος γὰρ ἕνεκεν; τί̣ πρὸς αὐτὸν ταύτας διενεχθῆναι ἔδει̣, ὃν φιλοφρονέστερον̣ δὴ τῆς δεσποίνης̣ προσφερομένης αὐτῷ ... Unknown τίσιν οὖν τεκμηρίοις χρησάμενος τούτους κελεύει καταδικάζειν; χρῆται νὴ Δία, ταῖς τῶν κηδεστῶν μαρτυρίαις Ἀνασχέτου καὶ Θεομνήστου καὶ Κρίτωνος, ἃς καλῶς ἔχον ἐστίν, ἄνδρες δικασταί, μὴ παρέργως ἐξετάσαι. τὴν γὰρ ὅλην κατηγορίαν ἐκ το ... 8 τῷ Χαρίππῳ τὴν ἀδελφὴν εἰς Ὀλυμπίαν ἀποδημῆσαι τὸν Διώξιππον στεφανώσοντα τὴν πόλιν. Λυκόφρονα δὲ τέως μὲνλυπέμποντα ἐπιστολὰς λέγειν ...

1 Column 1

2 Desunt col. 1 versus fere septem

3 Column 2

4 Desunt versus octo

5 ΧρέμηςGrenfell et Hunt.

6 Column 3

7 Desunt versus sex

8 Column 2

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: