Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[102]
βούλομαι
δ᾽ ὑμῖν καὶ τὸν Ὅμηρον παρασχέσθαι ἐπαινῶν.1 οὕτω γὰρ ὑπέλαβον ὑμῶν οἱ πατέρες σπουδαῖον
εἶναι ποιητὴν ὥστε νόμον ἔθεντο καθ᾽ ἑκάστην πεντετηρίδα2 τῶν Παναθηναίων μόνου τῶν ἄλλων ποιητῶν
ῥαψῳδεῖσθαι τὰ ἔπη, ἐπίδειξιν ποιούμενοι πρὸς τοὺς Ἕλληνας ὅτι τὰ
κάλλιστα τῶν ἔργων προῃροῦντο. εἰκότως: οἱ μὲν γὰρ νόμοι διὰ τὴν συντομίαν
οὐ διδάσκουσιν ἀλλ᾽ ἐπιτάττουσιν ἃ δεῖ ποιεῖν, οἱ δὲ ποιηταὶ μιμούμενοι τὸν
ἀνθρώπινον βίον, τὰ κάλλιστα τῶν ἔργων ἐκλεξάμενοι, μετὰ λόγου καὶ
ἀποδείξεως τοὺς ἀνθρώπους συμπείθουσιν.
1 τὸν Ὅμηρον ... ἐπαινῶν τῶν Ὁμήρου ... ἐπῶν Reiske.
2 πεντετηρίδα Dobree: πενταετηρίδα codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.