previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[86α] δῆλον, ὅτι ἐν ἄλλῳ τινὶ χρόνῳ εἶχε καὶ ἐμεμαθήκει;

Μένων
φαίνεται.

Σωκράτης
οὐκοῦν οὗτός γέ ἐστιν χρόνος ὅτ᾽ οὐκ ἦν ἄνθρωπος;

Μένων
ναί.

Σωκράτης
εἰ οὖν ὅν τ᾽ ἂν χρόνον καὶ ὃν ἂν μὴ ἄνθρωπος, ἐνέσονται αὐτῷ ἀληθεῖς δόξαι, αἳ ἐρωτήσει ἐπεγερθεῖσαι ἐπιστῆμαι γίγνονται, ἆρ᾽ οὖν τὸν ἀεὶ χρόνον μεμαθηκυῖα ἔσται ψυχὴ αὐτοῦ; δῆλον γὰρ ὅτι τὸν πάντα χρόνον ἔστιν οὐκ ἔστιν ἄνθρωπος.

Μένων
φαίνεται. [86β]

Σωκράτης
οὐκοῦν εἰ ἀεὶ ἀλήθεια ἡμῖν τῶν ὄντων ἐστὶν ἐν τῇ ψυχῇ, ἀθάνατος ἂν ψυχὴ εἴη, ὥστε θαρροῦντα χρὴ μὴ τυγχάνεις ἐπιστάμενος νῦντοῦτο δ᾽ ἐστὶν μὴ μεμνημένοςἐπιχειρεῖν ζητεῖν καὶ ἀναμιμνῄσκεσθαι;

Μένων
εὖ μοι δοκεῖς λέγειν, Σώκρατες, οὐκ οἶδ᾽ ὅπως.

Σωκράτης
καὶ γὰρ ἐγὼ ἐμοί, Μένων. καὶ τὰ μέν γε ἄλλα οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην: ὅτι δ᾽ οἰόμενοι δεῖν ζητεῖν μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώτεροι καὶ ἧττον ἀργοὶ εἰ οἰοίμεθα μὴ ἐπιστάμεθα μηδὲ [86ξ] δυνατὸν εἶναι εὑρεῖν μηδὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν διαμαχοίμην, εἰ οἷός τε εἴην, καὶ λόγῳ καὶ ἔργῳ.

Μένων
καὶ τοῦτο μέν γε δοκεῖς μοι εὖ λέγειν, Σώκρατες.

Σωκράτης
βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτ᾽ ἐστὶν ἀρετή;

Μένων
πάνυ μὲν οὖν. οὐ μέντοι, Σώκρατες, ἀλλ᾽ ἔγωγε ἐκεῖνο ἂν ἥδιστα, ὅπερ ἠρόμην τὸ πρῶτον, καὶ σκεψαίμην καὶ ἀκούσαιμι, πότερον ὡς διδακτῷ ὄντι αὐτῷ δεῖ ἐπιχειρεῖν, [86δ] ὡς φύσει ὡς τίνι ποτὲ τρόπῳ παραγιγνομένης τοῖς ἀνθρώποις τῆς ἀρετῆς.

Σωκράτης
ἀλλ᾽ εἰ μὲν ἐγὼ ἦρχον, Μένων, μὴ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σοῦ, οὐκ ἂν ἐσκεψάμεθα πρότερον εἴτε διδακτὸν εἴτε οὐ διδακτὸν ἀρετή, πρὶν ὅτι ἐστὶν πρῶτον ἐζητήσαμεν αὐτό: ἐπειδὴ δὲ σὺ σαυτοῦ μὲν οὐδ᾽ ἐπιχειρεῖς ἄρχειν, ἵνα δὴ ἐλεύθερος ᾖς, ἐμοῦ δὲ ἐπιχειρεῖς τε ἄρχειν καὶ ἄρχεις, συγχωρήσομαί σοιτί γὰρ χρὴ ποιεῖν; —ἔοικεν οὖν σκεπτέον [86ε] εἶναι ποῖόν τί ἐστιν μήπω ἴσμεν ὅτι ἐστίν. εἰ μή τι οὖν ἀλλὰ σμικρόν γέ μοι τῆς ἀρχῆς χάλασον, καὶ συγχώρησον ἐξ ὑποθέσεως αὐτὸ σκοπεῖσθαι, εἴτε διδακτόν ἐστιν εἴτε ὁπωσοῦν. λέγω δὲ τὸ ἐξ ὑποθέσεως ὧδε, ὥσπερ οἱ γεωμέτραι πολλάκις σκοποῦνται, ἐπειδάν τις ἔρηται αὐτούς, οἷον περὶ χωρίου, εἰ οἷόν τε ἐς τόνδε τὸν κύκλον τόδε τὸ χωρίον


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: