previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Μεσσηνία συνεχής ἐστι τῇ Ἠλείᾳ, περινεύουσα τὸ πλέον ἐπὶ τὸν νότον καὶ τὸ Λιβυκὸν πέλαγος. αὕτη δ᾽ ἐπὶ μὲν τῶν Τρωικῶν ὑπὸ Μενελάῳ ἐτέτακτο, μέρος οὖσα τῆς Λακωνικῆς, ἐκαλεῖτο δ᾽ χώρα Μεσσήνη: τὴν δὲ νῦν ὀνομαζομένην πόλιν Μεσσήνην, ἧς ἀκρόπολις Ἰθώμη ὑπῆρξεν, οὔπω συνέβαινεν ἐκτίσθαι: μετὰ δὲ τὴν Μενελάου τελευτήν, ἐξασθενησάντων τῶν διαδεξαμένων τὴν Λακωνικήν, οἱ Νηλεῖδαι τῆς Μεσσηνίας ἐπῆρχον. καὶ δὴ κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον καὶ τὸν τότε γενηθέντα μερισμὸν τῆς χώρας ἦν Μέλανθος βασιλεὺς τῶν Μεσσηνίων καθ᾽ αὑτοὺς ταττομένων, πρότερον δ᾽ ὑπήκοοι ἦσαν τοῦ Μενελάου. σημεῖον δέ: ἐκ γὰρ τοῦ Μεσσηνιακοῦ κόλπου καὶ τοῦ συνεχοῦς Ἀσιναίου λεγομένου ἀπὸ τῆς Μεσσηνιακῆς Ἀσίνης αἱ ἑπτὰ ἦσαν πόλεις, ἃς ὑπέσχετο δώσειν Ἀγαμέμνων τῷ ἈχιλλεῖΚαρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
Φηράς τε ζαθέας ἠδ᾽ [p. 510] Ἄνθειαν βαθύλειμον
καλήν τ᾽ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν,
1οὐκ ἂν τάς γε μὴ προσηκούσας μήτ᾽ αὐτῷ μήτε τῷ ἀδελφῷ ὑποσχόμενος. ἐκ δὲ τῶν Φηρῶν καὶ συστρατεύσαντας τῷ Μενελάῳ δηλοῖ ποιητής, τὸν δὲ Οἴτυλον καὶ συγκαταλέγει τῷ Λακωνικῷ καταλόγῳ, ἱδρυμένον ἐν τῷ Μεσσηνιακῷ κόλπῳ. ἔστι δ᾽ Μεσσήνη μετὰ Τριφυλίαν: κοινὴ δ᾽ ἐστὶν ἀμφοῖν ἄκρα, μεθ᾽ ἣν τὸ Κορυφάσιον2: ὑπέρκειται δ᾽ ὄρος ἐν ἑπτὰ σταδίοις τὸ Αἰγαλέον τούτου τε καὶ τῆς θαλάττης. [2]

μὲν οὖν παλαιὰ Πύλος Μεσσηνιακὴ ὑπὸ τῷ Αἰγαλέῳ πόλις ἦν, κατεσπασμένης δὲ ταύτης ἐπὶ τῷ Κορυφασίῳ τινὲς αὐτῶν ᾤκησαν: προσέκτισαν δ᾽ αὐτὴν Ἀθηναῖοι τὸ δεύτερον ἐπὶ Σικελίαν πλέοντες μετ᾽ Εὐρυμέδοντος ἐπὶ Στρατοκλέους, ἐπιτείχισμα τοῖς Λακεδαιμονίοις. αὐτοῦ δ᾽ ἐστὶ καὶ Κυπαρισσία Μεσσηνιακὴ καὶ ... καὶ προκειμένη πλησίον τοῦ Πύλου Σφαγία νῆσος, δ᾽ αὐτὴ καὶ Σφακτηρία λεγομένη, περὶ ἣν ἀπέβαλον ζωγρίᾳ Λακεδαιμόνιοι τριακοσίους ἐξ ἑαυτῶν ἄνδρας ὑπ᾽ Ἀθηναίων ἐκπολιορκηθέντας. κατὰ δὲ τὴν παραλίαν ταύτην3 τῶν Κυπαρισσιέων πελάγιαι πρόκεινται δύο νῆσοι προσαγορευόμεναι Στροφάδες, τετρακοσίους ἀπέχουσαι μάλιστά πως τῆς ἠπείρου σταδίους ἐν τῷ Λιβυκῷ καὶ μεσημβρινῷ πελάγει. φησὶ δὲ Θουκυδίδης ναύσταθμον ὑπάρξαι τῶν Μεσσηνίων ταύτην τὴν Πύλον: διέχει δὲ Σπάρτης τετρακοσίους. [3]

ἑξῆς δ᾽ ἐστὶ Μεθώνη: ταύτην δ᾽ εἶναί φασι τὴν ὑπὸ τοῦ ποιητοῦ Πήδασον προσαγορευομένην, μίαν τῶν ἑπτὰ ὧν ὑπέσχετο τῷ Ἀχιλλεῖ Ἀγαμέμνων: ἐνταῦθα Ἀγρίππας τὸν τῶν Μαυρουσίων βασιλέα τῆς [p. 511] Ἀντωνίου στάσεως ὄντα Βόγον κατὰ τὸν πόλεμον τὸν Ἀκτιακὸν διέφθειρε, λαβὼν ἐξ ἐπίπλου τὸ χωρίον. [4]

τῇ δὲ Μεθώνῃ συνεχής ἐστιν Ἀκρίτας, ἀρχὴ τοῦ Μεσσηνιακοῦ κόλπου: καλοῦσι δ᾽ αὐτὸν καὶ Ἀσιναῖον ἀπὸ Ἀσίνης, πολίχνης πρώτης ἐν τῷ κόλπῳ, ὁμωνύμου τῇ Ἑρμιονικῇ. αὕτη μὲν οὖν ἀρχὴ πρὸς δύσιν τοῦ κόλπου ἐστί, πρὸς ἕω δὲ αἱ καλούμεναι Θυρίδες, ὅμοροι τῇ νῦν Λακωνικῇ τῇ κατὰ Κιναίθιον καὶ Ταίναρον. μεταξὺ δὲ ἀπὸ τῶν Θυρίδων ἀρξαμένοις Οἴτυλός ἐστι: καλεῖται δ᾽ ὑπό τινων Βοίτυλος: εἶτα Λεῦκτρον τῶν ἐν τῇ Βοιωτίᾳ Λεύκτρων ἄποικος, εἶτ᾽ ἐπὶ πέτρας ἐρυμνῆς ἵδρυται Καρδαμύλη, εἶτα Φηραὶ ὅμορος Θουρίᾳ καὶ Γερήνοις, ἀφ᾽ οὗ τόπου Γερήνιον τὸν Νέστορα κληθῆναί φασι διὰ τὸ ἐνταῦθα σωθῆναι αὐτόν, ὡς προειρήκαμεν. δείκνυται δ᾽ ἐν τῇ Γερηνίᾳ Τρικκαίου ἱερὸν Ἀσκληπιοῦ, ἀφίδρυμα τοῦ ἐν τῇ Θετταλικῇ Τρίκκῃ. οἰκίσαι δὲ λέγεται Πέλοψ τό τε Λεῦκτρον καὶ Χαράδραν καὶ Θαλάμας, τοὺς νῦν Βοιωτοὺς καλουμένους, τὴν ἀδελφὴν Νιόβην ἐκδοὺς Ἀμφίονι καὶ ἐκ τῆς Βοιωτίας ἀγαγόμενός τινας. παρὰ δὲ Φηρὰς Νέδων ἐκβάλλει ῥέων διὰ τῆς Λακωνικῆς, ἕτερος ὢν τῆς Νέδας: ἔχει δ᾽ ἱερὸν ἐπίσημον Ἀθηνᾶς Νεδουσίας. καὶ ἐν Ποιαέσσῃ δ᾽ ἐστὶν Ἀθηνᾶς Νεδουσίας ἱερόν, ἐπώνυμον τόπου τινὸς Νέδοντος, ἐξ οὗ φασιν οἰκίσαι Τήλεκλον Ποιάεσσαν καὶ Ἐχειὰς καὶ Τράγιον. [5]

τῶν δὲ προταθεισῶν ἑπτὰ πόλεων τῷ Ἀχιλλεῖ περὶ μὲν Καρδαμύλης καὶ Φηρῶν εἰρήκαμεν καὶ Πηδάσου. Ἐνόπην δὲ οἱ μὲν τὰ Πέλλανά φασιν, οἱ δὲ τόπον τινὰ περὶ Καρδαμύλην, οἱ δὲ τὴν Γερηνίαν: τὴν δὲ Ἱρὴν κατὰ τὸ ὄρος δεικνύουσι τὸ κατὰ τὴν Μεγαλόπολιν τῆς Ἀρκαδίας ὡς ἐπὶ τὴν Ἀνδανίαν ἰόντων, ἣν ἔφαμεν Οἰχαλίαν ὑπὸ τοῦ ποιητοῦ κεκλῆσθαι: οἱ δὲ [p. 512] τὴν νῦν Μεσόλαν οὕτω καλεῖσθαί φασι καθήκουσαν εἰς τὸν μεταξὺ κόλπον τοῦ Ταϋγέτου καὶ τῆς Μεσσηνίας. δ᾽ Αἴπεια νῦν Θουρία καλεῖται, ἣν ἔφαμεν ὅμορον Φαραῖς: ἵδρυται δ᾽ ἐπὶ λόφου ὑψηλοῦ, ἀφ᾽ οὗ καὶ τοὔνομα. ἀπὸ δὲ τῆς Θουρίας καὶ Θουριάτης κόλπος, ἐν πόλισμα ἦν Ῥίον τοὔνομα ἀπεναντίον Ταινάρου. Ἄνθειαν δὲ οἱ μὲν αὐτὴν τὴν Θουρίαν φασίν, Αἴπειαν δὲ τὴν Μεθώνην, οἱ δὲ τὴν μεταξὺ Ἀσίνην τῶν Μεσσηνίων πόλεων οἰκειότατα βαθύλειμον λεχθεῖσαν, ἧς πρὸς θαλάττῃ πόλις Κορώνη καὶ ταύτην δέ τινες Πήδασον λεχθῆναί φασιν ὑπὸ τοῦ ποιητοῦ. “ πᾶσαι δ᾽ ἐγγὺς ἁλός,
4Καρδαμύλη μὲν ἐπ᾽ αὐτῇ, Φαραὶ δ᾽ ἀπὸ πέντε σταδίων, ὕφορμον ἔχουσα θερινόν, αἱ δ᾽ ἄλλαι ἀνωμάλοις κέχρηνται τοῖς ἀπὸ θαλάττης διαστήμασι. [6]

πλησίον δὲ τῆς Κορώνης κατὰ μέσον πως τὸν κόλπον Παμισὸς ποταμὸς ἐκβάλλει, ταύτην μὲν ἐν δεξιᾷ ἔχων καὶ τὰς ἑξῆς: ὧν εἰσιν ἔσχαται πρὸς δύσιν Πύλος καὶ Κυπαρισσία, μέση δὲ τούτων Ἔρανα, ἣν οὐκ εὖ τινες Ἀρήνην ... νενομίκασι πρότερον: Θουρίαν δὲ καὶ Φαρὰς ἐν ἀριστερᾷ. μέγιστος δ᾽ ἐστὶ ποταμῶν τῶν ἐντὸς Ἰσθμοῦ καίπερ οὐ πλείους ἑκατὸν σταδίους ἐκ τῶν πηγῶν ῥυεὶς δαψιλὴς τῷ ὕδατι διὰ τοῦ Μεσσηνιακοῦ πεδίου καὶ τῆς Μακαρίας καλουμένης: ἀφέστηκέ τε τῆς νῦν Μεσσηνίων πόλεως ποταμὸς σταδίους5 πεντήκοντα. ἔστι δὲ καὶ ἄλλος Παμισὸς χαραδρώδης μικρὸς περὶ Λεῦκτρον ῥέων τὸ Λακωνικόν, περὶ οὗ κρίσιν ἔσχον Μεσσήνιοι πρὸς Λακεδαιμονίους ἐπὶ Φιλίππου: τὸν δὲ Παμισόν, ὃν Ἄμαθόν τινες ὠνόμασαν,6 προειρήκαμεν. [p. 513] [7]

Ἔφορος δὲ τὸν Κρεσφόντην, ἐπειδὴ εἷλε Μεσσήνην, διελεῖν φησιν εἰς πέντε πόλεις αὐτήν, ὥστε Στενύκλαρον μὲν ἐν τῷ μέσῳ τῆς χώρας ταύτης κειμένην ἀποδεῖξαι βασίλειον αὑτῷ, εἰς δὲ τὰς ἄλλας βασιλέας πέμψαι, Πύλον καὶ Ῥίον καὶ Μεσόλαν καὶ Ὑαμεῖτιν, ποιήσαντα ἰσονόμους πάντας τοῖς Δωριεῦσι τοὺς Μεσσηνίους: ἀγανακτούντων δὲ τῶν Δωριέων μεταγνόντα μόνον τὸν Στενύκλαρον νομίσαι πόλιν, εἰς τοῦτον δὲ καὶ τοὺς Δωριέας συναγαγεῖν πάντας. [8]

δὲ Μεσσηνίων πόλις ἔοικε Κορίνθῳ: ὑπέρκειται γὰρ τῆς πόλεως ἑκατέρας ὄρος ὑψηλὸν καὶ ἀπότομον τείχει κοινῷ περιειλημμένον ὥστ᾽ ἀκροπόλει χρῆσθαι, τὸ μὲν καλούμενον Ἰθώμη τὸ δὲ Ἀκροκόρινθος: ὥστ᾽ οἰκείως δοκεῖ Δημήτριος Φάριος πρὸς Φίλιππον εἰπεῖν τὸν Δημητρίου, παρακελευόμενος τούτων ἔχεσθαι τῶν πόλεων ἀμφοῖν ἐπιθυμοῦντα τῆς Πελοποννήσου: ‘τῶν κεράτων γὰρ ἀμφοῖνἔφηκαθέξεις τὴν βοῦν.’ κέρατα μὲν λέγων τὴν Ἰθώμην καὶ τὸν Ἀκροκόρινθον, βοῦν δὲ τὴν Πελοπόννησον. καὶ δὴ διὰ τὴν εὐκαιρίαν ταύτην ἀμφήριστοι γεγόνασιν αἱ πόλεις αὗται. Κόρινθον μὲν οὖν κατέσκαψαν Ῥωμαῖοι καὶ ἀνέστησαν πάλιν: Μεσσήνην δὲ ἀνεῖλον μὲν Λακεδαιμόνιοι, πάλιν δ᾽ ἀνέλαβον Θηβαῖοι καὶ μετὰ ταῦτα Φίλιππος Ἀμύντου: αἱ δ᾽ ἀκροπόλεις ἀοίκητοι διέμειναν. [9]

τὸ δ᾽ ἐν Λίμναις τῆς Ἀρτέμιδος ἱερόν, ἐφ᾽ Μεσσήνιοι περὶ τὰς παρθένους ὑβρίσαι δοκοῦσι τὰς ἀφιγμένας ἐπὶ τὴν θυσίαν, ἐν μεθορίοις ἐστὶ τῆς τε Λακωνικῆς καὶ τῆς Μεσσηνίας, ὅπου κοινὴν συνετέλουν πανήγυριν καὶ θυσίαν ἀμφότεροι: μετὰ δὲ τὴν ὕβριν οὐ διδόντων δίκας τῶν Μεσσηνίων συστῆναί φασι τὸν πόλεμον. ἀπὸ δὲ τῶν Λιμνῶν τούτων καὶ [p. 514] τὸ ἐν τῇ Σπάρτῃ Λιμναῖον εἴρηται τῆς Ἀρτέμιδος ἱερόν. [10]

πλεονάκις δ᾽ ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσσηνίων. τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησι Τυρταῖος ἐν τοῖς ποιήμασι κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθαι: τὴν δὲ δευτέραν, καθ᾽ ἣν ἑλόμενοι συμμάχους Ἀργείους τε καὶ Ἀρκάδας καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδων μὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Πανταλέοντα τὸν Ὀμφαλίωνος: ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖς Λακεδαιμονίοις ἐλθὼν ἐξ Ἐρινεοῦ: καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῇ ἐλεγείᾳ ἣν ἐπιγράφουσιν εὐνομίαναὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης,
Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν:
οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα,
εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.
7ὥστ᾽ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα, Φιλοχόρῳ ἀπιστητέον τῷ φήσαντι Ἀθηναῖόν τε καὶ Ἀφιδναῖον, καὶ Καλλισθένει καὶ ἄλλοις πλείοσι τοῖς εἰποῦσιν ἐξ Ἀθηνῶν ἀφικέσθαι δεηθέντων Λακεδαιμονίων κατὰ χρησμόν, ὃς ἐπέταττε παρ᾽ Ἀθηναίων λαβεῖν ἡγεμόνα. ἐπὶ μὲν οὖν τοῦ Τυρταίου δεύτερος ὑπῆρξε πόλεμος: τρίτον δὲ καὶ τέταρτον συστῆναί φασιν, ἐν κατελύθησαν οἱ Μεσσήνιοι. δὲ πᾶς παράπλους Μεσσηνιακὸς στάδιοι ὀκτακόσιοί που κατακολπίζοντι. [11]

ἀλλὰ γὰρ εἰς πλείω λόγον τοῦ μετρίου πρόιμεν ἀκολουθοῦντες τῷ πλήθει τῶν ἱστορουμένων περὶ χώρας ἐκλελειμμένης τῆς πλείστης: ὅπου γε καὶ Λακωνικὴ λιπανδρεῖ κρινομένη πρὸς τὴν παλαιὰν εὐανδρίαν. ἔξω γὰρ τῆς Σπάρτης αἱ λοιπαὶ πολίχναι τινές εἰσι περὶ τριάκοντα τὸν ἀριθμόν: τὸ δὲ παλαιὸν [p. 515] ἑκατόμπολίν φασιν αὐτὴν καλεῖσθαι, καὶ τὰ ἑκατόμβαια διὰ τοῦτο θύεσθαι παρ᾽ αὐτοῖς κατ᾽ ἔτος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
  • Cross-references in notes from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: