previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κἀγὼ τὸν Δημήτριον προσαγορεύσαςπῶς ἔχειἔφηντὰ τῶν μνηστήρων ἔπη, τὸν Ὀδυσσέα θαυμασάντων τὸ τόξον μεταχειριζόμενονὑπομνησθέντος δὲ τοῦ Δημητρίου, ‘ταῦτ᾽ἔφηνἐπέρχεται κἀμοὶ περὶ τοῦ ξένου εἰπεῖν
1 τις θηητὴρ 2 καὶ ἐπίκλοπος ἔπλετο
δογμάτων τε καὶ λόγων παντοδαπῶν, καὶ πολυπλανὴς ἐν γράμμασι καὶ οὐ βάρβαρος ἀλλ᾽ ' Ἕλλην γένος ἦν, πολλῆς Ἑλληνίδος μούσης ἀνάπλεως. ἐλέγχει αὐτὸν τῶν κόσμων ἀριθμὸς οὐκ ὢν Αἰγύπτιος οὐδ᾽ Ἰνδὸς ἀλλὰ Δωριεὺς ἀπὸ Σικελίας, ἀνδρὸς Ἱμεραίου τοὔνομα Πέτρωνος: αὐτοῦ 3 μὲν ἐκείνου βιβλίδιον οὐκ ἀνέγνων οὐδ᾽ οἶδα διασῳζόμενον Ἵππυς δ᾽ Ῥηγῖνος, οὗ μέμνηται Φανίας Ἐρέσιος, 4 ἱστορεῖ δόξαν εἶναι ταύτην Πέτρωνος καὶ λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς κόσμους ὄντας ἁπτομένους δ᾽ ἀλλήλων κατὰ στοιχεῖον: τι τοῦτ᾽ ἐστί, κατὰ στοιχεῖον ἅπτεσθαι, μὴ προσδιασαφῶν μηδ᾽ ἄλλην τινὰ πιθανότητα προσάπτων.’ ὑπολαβὼν δ᾽ 5 Δημήτριοςτίς δ᾽ ἄνεἶπενἐν τοιούτοις πράγμασιν εἴη [p. 102] πιθανότης, ὅπου καὶ Πλάτων οὐδὲν εἰπὼν εὔλογον οὐδ᾽ εἰκὸς οὕτω κατέβαλε τὸν λόγον;καὶ Ἡρακλέωνἀλλὰ μὴν ὑμῶνἔφητῶν γραμματικῶν ἀκούομεν εἰς Ὅμηρον 6 ἀναγόντων 7 στεγμαννυς: ἀγόντωντὴν δόξαν, ὡς ἐκείνου τὸ πᾶν εἰς πέντε κόσμους διανέμοντος, οὐρανὸν ὕδωρ ἀέρα γῆν ὄλυμπον. ὧν τὰ μὲν δύο κοινὰ καταλείπει, γῆν μὲν τοῦ κάτω παντὸς οὖσαν ὄλυμπον δὲ τοῦ: ἄνω παντός: οἱ δ᾽ ἐν μέσῳ τρεῖς τοῖς τρισὶ θεοῖς ἀπεδόθησαν. οὕτω δὲ καὶ Πλάτων 8 ἔοικε τὰ κάλλιστα καὶ πρῶτα σωμάτων εἴδη καὶ σχήματα συννέμων ταῖς τοῦ ὅλου διαφοραῖς πέντε κόσμους καλεῖν, τὸν γῆς τὸν ὕδατος τὸν ἀέρος τὸν πυρός: ἔσχατον δὲ τὸν περιέχοντα τούτους, τὸν τοῦ δωδεκαέδρου, πολύχυτον καὶ πολύτρεπτον, μάλιστα δὴ ταῖς ψυχικαῖς; περιόδοις καὶ κινήσεσι πρέπον σχῆμα καὶ συναρμόττον ἀπέδωκεκαὶ ΔημήτριοςὍμηρονἔφητί κινοῦμεν ἐν τῷ παρόντι; μύθων γὰρ ἅλις. Πλάτων δὲ πολλοῦ δεῖ τὰς πέντε τοῦ κόσμου διαφορὰς πέντε κόσμους; προσαγορεύειν ἐν οἷς τε μάχεται τοῖς ἀπείρους κόσμους ὑποτιθεμένοις, αὑτῷ 9 δή φησὶ δοκεῖν ἕνα τοῦτον εἶναι μονογενῆ τῷ θεῷ καὶ ἀγαπητόν, ἐκ τοῦ σωματοειδοῦς παντὸς ὅλον καὶ τέλειον καὶ αὐτάρκη γεγενημένον. ὅθεν ἄν τις καὶ θαυμάσειεν, ὅτι τἀληθὲς εἰπὼν αὐτὸς ἑτέροις ἀπιθάνου καὶ λόγον οὐκ ἐχούσης ἀρχὴν παρέσχε δόξης. 10 τὸ μὲν γὰρ ἕνα μὴ φυλάξαι [p. 103] κόσμον εἶχεν ἁμωσγέπως ὑπόθεσιν τὴν τοῦ παντὸς ἀπειρίαν, τὸ δ᾽ ἀφωρισμένως; ποιῆσαι τοσούτους καὶ μήτε πλείους τῶν πέντε μήτ᾽ ἐλάττους κομιδῇ παράλογον καὶ πάσης πιθανότητος ἀπηρτημένον, εἰ μὴ τι σὺ λέγειςἔφη πρὸς ἐμὲ βλέψας.' κἀγὼδοκεῖ γὰρ οὕτωςἔφην᾽ἀφέντας ἤδη τὸν περὶ χρηστηρίων λόγον ὡς τέλος ἔχοντα, μεταλαμβάνειν ἕτερον τοσοῦτον’ ‘οὐκ ἀφένταςεἶπεν Δημήτριοςἐκεῖνον, ἀλλὰ μὴ παρελθόντας τοῦτον ἀντιλαμβανόμενον ἡμῶν. οὐ γὰρ ἐνδιατρίψομεν, ἀλλ᾽ ὅσον ἱστορῆσαι τὴν πιθανότητα θιγόντες αὐτοῦ μέτιμεν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: