Πάτροκλος οὖν ὁ τοῦ Πτολεμαίου στρατηγὸς ἐν Καύνῳ τῇ νήσῳ λαβὼν αὐτὸν καὶ εἰς μολυβῆν κεραμίδα ἐμβαλὼν καὶ ἀναγαγὼν εἰς τὸ πέλαγος κατεπόντωσε. τοιαύτη δ᾽ ἐστὶν αὐτοῦ ἡ ποίησις: Θεοδώρου τοῦ αὐλητοῦ Φιλῖνος ἦν πατήρ, εἰς ὃν ταῦτ᾽ ἔγραψεν
εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς
”
ὁ δὲ ἀποστεγάσας τὸ τρῆμα τῆς ὄπισθε λαύρης, [p. 346]
διὰ δενδροφόρου φάραγγος ἐξέωσε βροντὴν
ἠλέματον, ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς.

