previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ά Ἐλεγεῖα καὶ Ἔπη


π. συμποσιάρχου: ... παραβαλεῖ τῇ σπουδῇ τὴν παιδιάν, ὅπως οἵ τε παίζοντες ἁμωσγέπως σπουδῆς τινος ἔχωνται καὶ πάλιν οἱ σπουδάζοντες ἀναθαρρῶσιν, ὥσπερ οἱ ναυτιῶντες ἐγγύθεν εἰς γῆν τὴν παιδιὰν ἀποβλέποντες. ἔστι γὰρ καὶ γέλωτι χρῆσθαι πρὸς πολλὰ τῶν ὠφελίμων καὶ σπουδὴν ἡδεῖαν παρασχεῖν:

ὡς ἀν᾽ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν
φύονται μαλάκων ἄνθεα λευκοΐων.

CURFRAG.adespota-002.1
Plut. Qu. Conv. i. 4.3
κακόν γε θνητοῖς τὸ νέον: διὰ τὴν προπέτειαν κακὸν τὸ νέον:

νεότης ἀσύφηλος ἀεὶ θνητοῖσι τέτυκται:
εἰ δὲ δίκην βλάπτοι, πουλὺ χερειοτέρη.

CURFRAG.adespota-002.2
Sch. Eur. Andr. 184
τί οὖν; ἆρά γ᾽ ἡμεῖς διὰ τοὺ λόγου μαθεῖν οὐ δυνάμεθα, οὐδ᾽ ἐπιλογίσασθαι ὅτιπλείη μὲν γαῖα κακῶν πλείη δὲ θάλασσακαὶ τὰ

τοιάδε τοι θνητοῖσι κάκ᾽ ἔλλαχεν, ἀμφί τε κῆρες
εἰλεῦνται, κενέη δ᾽ εἴσδυσις οὐδ᾽ ἀθέρι.

CURFRAG.adespota-002.3
Plut. Cons. Ap. 26
τὸ νηΰς γρηΐς διῃρημένον κατὰ τοὺς Ἴωνας οὐκ ἐκλίθη, τὴν δὲ αἰτιατικὴν καὶ κλητικὴν ἔχει:

Θριαί, ταὶ τὴν γρηῢν ἐπιπνείουσι κορώνην

CURFRAG.adespota-002.4
Hdn. Gram. Gr.2. 645.29
οὕτως ἀδελφῶν ὁμοφροσύνῃ καὶ γένος καὶ οἶκος ὑγιαίνει καὶ τέθηλε, καὶ φίλοι καὶ συνήθεις ὥσπερ ἐμμελὴς χορὸς οὐδὲν οὔτε πράσσουσιν ἐναντίον οὔτε λέγουσιν οὔτε φρονοῦσιν:

ἐν δὲ διχοστασίῃ καὶ πάγκακος ἔμμορε τιμῆς.

CURFRAG.adespota-002.5
Plut. Frat. Am.2
Ἀποφ. 9 εἰ ποιητής τις οὕτως ἀπεφήνατο:

οὔ μοι ἔτ᾽ εὐκελάδων ὕμνων μέλει, οὐδ᾽ ἔτι μολπῆς.

CURFRAG.adespota-002.6
Chrys.
καὶ ὥσπερ αἱ πόλεις ἀλλήλαις φίλαι, οὕτω καὶ οἱ πολῖται: καὶ ὁμοίως:

οὐκέτι γιγνῴσκουσιν Ἀθηναῖοι Μεγαρῆας.

CURFRAG.adespota-002.7
Arist. Eth. Eud. 1242 b. 25
Λυγκεὺς δ᾽ Σάμιος Θεοφράστου μὲν μαθητής, Δούριδος δὲ ἀδελφὸς τοῦ τὰς ἱστορίας γράψαντος καὶ τυραννεύσαντος τῆς πατρίδος, ἐν τοῖς Ἀποφθέγμασιν: Δωρίωνι τῷ αὐλητῇ φάσκοντός τινος ἀγαθὸν ἰχθὺν εἶναι βατίδα, ‘ὥσπερ ἂν εἴ τιςἔφηἑφθὸν τρίβωνα ἐσθίοι’ ... οὐκ ἀνοήσας γε τοῦτο φήσας αὐλητής: λόγος παλαιὸς ὡς ὅτι:

ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον εἰ καὶ ἔφυσαν.1
ἀλλ ἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.

CURFRAG.adespota-002.8
Ath. 8. 337d
ἔστι μὲν γὰρ ὅτε καὶ ταὐτόματον ἀντέπραξε ταῖς ἐπιβολαῖς τῶν ἀγαθῶν ἀνδρῶν, ἔστιν δ᾽ ὅτε πάλιν κατὰ τὴν παροιμίαν:

ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχεν.

CURFRAG.adespota-002.9
Polyb. 15. 16
π. τόλμης:

τόλμα δή, κἄν τι τρηχὺ νέμωσι θεοί.

CURFRAG.adespota-002.10
Stob. Fl. 51.8
λέγεται δὲ καὶ κρέσσων μὴ πλεονάζοντος τοῦ ι ... καί:

ἦν θεὸς κρέσσων δή τις: ὀνήσομεθα.

CURFRAG.adespota-002.11
Hdn. π.μ.λ. Gram. Gr. 946. 8
ἄδηλον: οὔτι μάταν θνατοῖσι φάτις τοιάδε βοᾶται ὡς

οὐ πάντα θεοὶ πᾶσιν ἔδωκαν ἔχειν.

CURFRAG.adespota-002.12
Anth. Pal. 12. 96
καὶ διὰ ταῦτ᾽ οὖν τῆς μὲν κακίας ὑπερβολὴ καὶ ἔλλειψις, τῆς δὲ ἀρετῆς μεσότης:

ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, παντοδαπῶς δὲ κακοί.

CURFRAG.adespota-002.13
Arist. Eth. Nic. 1106 b 35
“‘τοῦτο ποιήσας ἓνκατὰ τὴν παροιμίαντῶν ἀδίκων ἔργων δικαιότατον.’

τοῦτο ποιήσας
τῶν ἀδίκων ἔργων ἓν τὸ δικαιότατον.

CURFRAG.adespota-002.14
Suid.

τὸν φρουρὸν φρουρεῖν χρή, τὸν ἐρῶντα δ᾽ ἐρᾶν.

CURFRAG.adespota-002.15
Macar. 8. 39

hoc quoque notandum in enuntiatione pentametri elegiaci; nam plerumque aurem fallit, ut in illo Graeco versu

h(mei=s d' ei)s *(/ellhs po/nton a)peple/omen.

CURFRAG.adespota-002.16
nam si coniunctim Ἑλλήσποντον enuntiarimus effugerit aurium sensum, ut nequaquam versus esse credatur.

Mar. Vict. Gr. Lat. 6. 112.20

π. πενταμέτρου ἐλεγιακοῦ ἐν πεζῇ λέξει εἰρημένου: ὅμοιον τούτοις:

κοῦραι ἐλαφρὰ ποδῶν ἴχνἐ ἀειράμεναι

CURFRAG.adespota-002.17
Dion. Hal. Comp. 25

ὀλίγης ἐστὶ διδασκαλίας

CURFRAG.adespota-002.18
ἀντὶ τοῦ ὀλίγων δεῖται πρὸς μάθησιν.

Hdn.ap. Moer. 475 (Pierson )

τρασιά: ...

τρασιῆς ψευδόμενον φύλακα

CURFRAG.adespota-002.19
Et. Gud. 256
τύχη ὥσπερ ποιήτριά τις οὖσα παντοδαπὰ ποιεῖ πρόσωπα, ναυαγοῦ, πτωχοῦ, φυγάδος, ἐνδόξου, ἀδόξου. δεῖ οὖν τὸν ἀγαθὸν ἄνδρα πᾶν ὅτι ἅν αὕτη περιθῇ καλῶς ἀγωνίζεσθαι: ναυγὸς γέγονας, εὖ τὸν ναυαγόν: πένης ἐξ εὐπόρου, εὖ τὸν πένητα:

ἄρμενος ἐν μικροῖσι καὶ ἄρμενος ἐν μεγάλοισιν.

CURFRAG.adespota-002.20
Teles ap. Stob. Fl. 108.82

π. Αἰσχίνου: ἀνὴρ δὲ γενόμενος τῇ μητρὶ τελούσῃ τὰς βίβλους ἀνεγίγνῳσκες καὶ τἄλλα συνεσκευωροῦ, τὴν μὲν νύκτα νεβρίζων καὶ κρατηρίζων καὶ καθαίρων τοὺς τελουμένους κἀπομάττων τῷ πηλῷ καὶ τοῖς πιτύροις, καὶ ἀνιστὰς ἀπὸ τοῦκαθαρμοῦ κελεύων λέγειν:

ἔφυγον κακόν, εὗρον ἄμεινον,

CURFRAG.adespota-002.21
ἐπὶ τῷ μηδένα πώποτε τηλικοῦτ᾽ ὀλολύξαι σεμνυνόμενος.

Dem. Cor. 259
αὕτη τάττεται ἐπὶ τῶν μεταβολὴν ἐν ἑαυτοῖς κρείττονα οἰωνιζομένων. Ἀθήνησι γὰρ ἐν τοῖς γάμοις ἑθος ἦν, ἀμφιθαλῆ παῖδα ἀκάνθας μετὰ δρυΐνων καρπῶν στέφεσθαι καὶ λίκνον ἄρτων πλῆρες περιφέροντα λέγειν: ἔφυγον, κτλ. ἐσήμαινον δὲ ὡς ἀπώσαντο μὲν τὴν ἀγρίαν καὶ παλαιὰν δίαιταν, εὑρήκασι δὲ τὴν ἥμερον τροφήν.” Zenob. Paroem. Gr. 3. 98
τῷ μὲν γὰρ ἐγχωρεῖ κακῷ γενέσθαι, ὥσπερ καὶ παρ᾽ ἄλλου ποιητοῦ μαρτυρεῖται τοῦ εἰπόντος:

αὐτὰρ ἀνὴρ ἀγαθὸς τοτὲ μὲν κακός, ἄλλοτε δ᾽ ἐσθλός.

CURFRAG.adespota-002.22
Plat. Prot. 344d
πρὸς δέ τινα τῶν καλῶν γεγονότων, Ἀντιφάτην, ὑπερηφάνως αὐτῷ κεχρημένον πρότερον ὕστερον δὲ θεραπεύοντα διὰ τὴν δόξαν, μειράκιον, εἶπεν,

ὀψὲ μέν, ἀμφότεροι δ᾽ ἅμα νοῦν ἐσχήκαμεν ...

CURFRAG.adespota-002.23
Plut. Vit. Them. 18
ταῦτά τε οὖν χρή, παῖ, συννοεῖν, καὶ εἰδέναι τὴν ἐραστοῦ φιλίαν ὅτι οὐ μετ᾽ εὐνοίας γίγνεται, ἀλλὰ σιτίου τρόπον χάριν πλησμονῆς:

ὡς λύκοι ἄρν᾽ ἀγαπῶσ᾽, ὣς παῖδα φιλοῦσιν ἐρασταί.

CURFRAG.adespota-002.24
Plat. Phaedr. 241d

ὥστε οὐκ ὀρθῶς ψέγουσιν οἱ ἐπιτιμῶντες τῷ τοιούτῷ τρόπῳ τῆς διαλέκτου καὶ διακωμῳδοῦντες τὸν ποιητήν, οἷον Εὐκλείδης ἀρχαῖος, ὡς ῥᾴδιον ποιεῖν εἴ τις δώσει ἐκτείνειν ἐφ᾽ ὁπόσον βούλεται, ἐλεγειοποιήσας ἐν αὐτῇ τῇ λέξει:

ἐπίχαριν εἶδον Μαραθῶνάδε βαδίζοντα,

CURFRAG.adespota-002.25
καί:

οὐκ ἄν γ᾽ ἐράμενος ἔπιεν ἐλλέβορον.

CURFRAG.adespota-002.26

Arist. Poet. 1458b. 8

ἔστιν εὐπορῆσαι καὶ ἄλλων γρίφων:

ἐν φανερᾷ γενόμαν, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ
ἀμφὶς ἔχει: μήτηρ δ᾽ ἔστ᾽ ἀριθμοῖο πάϊς.

CURFRAG.adespota-002.27
φανερᾷ μὲν οὖν λέγει τῇ Δήλῳ, ἥτις ὑπὸ θαλάσσης περιέχεται, μήτηρ δ᾽ Λητώ, ἥτις Κοίου ἐστὶ θυγάτηρ, Μακεδόνες δὲ τὸν ἀριθμὸν κοῖον προσαγορεύουσι.

Ath. 10. 455d

π. αἰνίγματος: διαφέρει δὲ ἀλληγορίας ὅτι μὲν ἀμαυροῦται λέξει διανοίᾳ, τὸ δὲ καθ᾽ ἑκάτερον, οἷον:

ἥσσων ἀλγήσας παῖδα τὸν ἐκ Θέτιδος:

CURFRAG.adespota-002.28
ἥσσων γὰρ χείρων, ἀλγήσας πονήσας: ἔστι δὲ ὅτι Χείρων Κένταυρος ἐξέθρεψε τὸν Ἀχιλλέα: καὶ πάλιν:

γῆς ἔθανεν καταδέσμου ὅτ᾽ ἀγγείων ἀφάμαρτεν:

CURFRAG.adespota-002.29
ἀντὶ τοῦ Αἴας Τελαμῶνος ἐτελεύτησεν ὅτε τῶν ὅπλων ἀπέτυχε γῆς γὰρ αἴας γίνεται, καταδέσμου τελαμῶνος, ἀγγείων δὲ τῶν ὅπλων.

Trypho π. τρόπων Rh. Gr. 8. 733W

οἱ δὲ νυκτερινοὶ βορέαι τριταῖοι πίπτουσιν, ὅθεν παροιμία λέγεται ὡς:

οὔποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος.

CURFRAG.adespota-002.30
Theophr. Vent. 49
“ ... μετὰ δὲ χιόνα καὶ πάχνην νότος, ὅθεν καὶ παροιμία:

φιλεῖ δὲ νότος μετὰ πάχνην.

CURFRAG.adespota-002.31
Theophr. Vent. 50
διὰ τοῦτο καὶ τὰ τῶν ἐν παροιμία λεγομένων πρός τινας τόπους εἰσίν, ὡς περὶ τοῦ ἀργέστου καὶ λιβός, χρῶνται μαλίστα περὶ Κνίδον καὶ Ῥόδον:

λὶψ ἄνεμος ταχὺ μὲν νεφέλας, ταχὺ δ᾽ αἴθρια ποιεῖ,
ἀργέστῃ δ᾽ ἀνέμῳ πᾶσ᾽ ἕπεται νεφέλη.

CURFRAG.adespota-002.32
Theophr. Vent. 51
καὶ ὅλως τοῦ ἔτους κατάστασιςπρὸς αὔξησιν συμβάλλεται) ... , δἰ καὶ παροιμιαζόμενοι λέγουσιν ὃτι:

ἔτος φέρει οὐχὶ ἄρουρα.

CURFRAG.adespota-002.33
Theophr. H.P.8.7

διὰ τί λέγεται:

εἰ δ᾽ νότος βορέαν προκαλέσσεται, αὐτίκα χείμων.2

CURFRAG.adespota-002.34
διὸ λέγεται:

εἰ βορρᾶς πηλὸν καταλήψεται, αὐτίκα χείμων.

CURFRAG.adespota-002.35

Arist. Prob. 26. 46

διὰ τί νότος, ὅταν μὲν ἐλάττων , αἴθριός ἐστιν, ὅταν δὲ μέγας, νεφώδης; ... ὅτι ἐλάττων ἀρχόμενός ἐστιν ... , ἐπὶ τέλει δὲ εἴωθε γίνεσθαι μέγας; διὸ καὶπαροιμάζονται:

ἀρχομένου γε νότου καὶ λήγοντος βορέαο.

CURFRAG.adespota-002.36
Arist. Prob. 26. 20, 43, 47
διὰ τί λέγεται:

μήποτ᾽ ἀπ᾽ ἠπείρου δείσῃς νέφος ἀλλ᾽ ἀπὸ πόντου
χειμῶνος, θέρεος δὲ ἀπ᾽ ἠπείροιο μελαίνης.

CURFRAG.adespota-002.37
Arist. Prob. 26. 57
σικύων πρῴων: ὅτι δὲ καλοὶ οἱ πρώϊμοι σικύαι καὶ παροιμία δηλοῖ:

ἀρχομένων σικύων καὶ ληγουσῶν κολοκυντῶν.

CURFRAG.adespota-002.38
Sch. Ar. Pac. 1001
διὰ τί λέγεται:

μίνθην ἐν πολέμῳ μήτ᾽ ἔσθιε μήτε φύτευε.

CURFRAG.adespota-002.39
Arist. Prob. 20. 2
τέγγε:

οἴνῳ πνεύμονα τέγγε, φίλης δ᾽ ἀπέχου Κυθερείης.

CURFRAG.adespota-002.40
Suid.
“† ωκειῶν:†

αἰδώς τοι ξυνετοῖσιν ἐπὶ βλεφάροισι κάθηται,
ὕβρις δ᾽ ἀξυνετοῖσι: σοφὸς δέ κε τοῦτο δαείη.

CURFRAG.adespota-002.41
Joan. Dam. ap. Stob. Fl. 4. 230 M

χρὴ δ᾽ οὔποτ᾽ εἰπεῖν οὐδέν᾽ ὄλβιον βροτῶν
πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς
ὅπως περάσας ἡμέραν ἥξει κάτω:

μήποτέ τις βροτὸν ἄνδρα πανόλβιον αὐδήσειε
πρίν κεν ἴδῃ πῶς κεῖνον ἕλοι ποτε πότμος ἀπήμων.

CURFRAG.adespota-002.42

Eur. Andr. 100
“” Sch. Eur. Andr. 100
εἰ μὲν γὰρ χείρων κόσμος, χείρων καὶ δημιουργός: ἀμώμητα δὲ καὶ ἀνεξέλεγκτα τὰ τοῦ θεοῦ, τελειοτάτῃ τέχνῃ καὶ ἐπιστήμῃ δημιουργηθέντα: οὐδὲ γὰρ γυνή, φησί, κτλ.

οὐδὲ γυνὴ τοσσόνδε νόου ἐπιδεύεται ἐσθλοῦ
ὥστε χέρειον ἑλέσθαι ἀμεινοτέρων παρεόντων.

CURFRAG.adespota-002.43
Philo Incorr. Mund. 500
διὰ ταύτην οὖν τὴν διπλόην καὶ θηρίου γίνεται ἄνθρωπος δυσμεταχειριστότερόν τε καὶ ἀγριώτερον: ἀκούομεν γὰρ σχετλιαζόντων τῶν ποιητῶν ὅτι:

ὄφιν μὲν ἐν οὔρεσιν ἠδὲ λέοντα
θηρητὴρ ἀΐων τε καὶ εἰσορόων κ᾽ ἀλέοιτο:
γνωστὴ μὲν γὰρ τῶν βουλή, γνωστὸν δὲ νόημα:
ἀνὴρ δ᾽ ἄλλα κέκευθεν ἐνὶ φρεσίν, ἄλλα δὲ βάζει:
5μῦθοι μὲν λεῖοι καὶ μείλιχοι, ἐχθρὰ δὲ ἔργα.

CURFRAG.adespota-002.44
Themist. Or. 21. 258
τὰ δ᾽ ἐν Σπάρτῃ καὶ τὰ παρὰ τοῖς Κρησὶν ἀνδρεῖα μετὰ ἐπιμελείας αἱ πόλεις συνῆγον. διὸ καί τις οὐ κακῶς ἔφη:

οὐ χρὴ συμποσίοιο φίλους ἀπέχεσθαι ἑταίρους
δηρόν: ἀνάμνησις δὲ πέλει χαριεστάτη αὕτη.

CURFRAG.adespota-002.45
Ath. 5. 186b (p. 405 K)
Σοφοκλῆς δ᾽ τραγῳδοποιὸς ἤδη γέρων ὢν ἠράσθη Θεωρίδος τῆς ἑταίρας: ἱκετεύων οὖν τὴν Ἀφροδίτην φησί:

κλῦθί μευ εὐχομένου, κουροτρόφε, δὸς δὲ γυναῖκα
τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν:
δ᾽ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
ὧν ἰσχὺς μὲν ἀπάμβλυνται θυμὸς δὲ μενοινᾷ.

CURFRAG.adespota-002.46
Ath. 13. 592a
ἐὰν δὲ χρόνιος ἀπουσία γίνηται, καὶ τῆς φιλίας δοκεῖ λήθην ποιεῖν: ὅθεν εἴρηται:

πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν.

CURFRAG.adespota-002.47
Arist. Eth. Nic. 1157 b. 13

1

2

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: