previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. καὶ εἰ μὲν μόνα ταῦτα ἐπεπράχει, γέλωτα ἂν ὠφλήκει. καίτοι πῶς ἄν 1 τις καὶ ἀκοῦσαι, μὴ ὅτι ἰδεῖν, ὑπομείνειεν ἄνδρα Ῥωμαῖον βουλευτὴν εὐπατρίδην ἀρχιερέα Καίσαρα αὐτοκράτορα Αὔγουστον ἔς τε τὸ λεύκωμα ἐν τοῖς ἀγωνισταῖς ἐγγραφόμενον καὶ τὴν φωνὴν ἀσκοῦντα, μελετῶντά τέ τινας ᾠδάς, καὶ τὴν μὲν κεφαλὴν κομῶντα [2] τὸ δὲ γένειον ψιλιζόμενον, ἱμάτιον ἀναβαλλόμενον ἐν τοῖς δρόμοις, μεθ᾽ ἑνὸς δύο ἀκολούθων βαδίζοντα, τοὺς ἀντιπάλους ὑποβλέποντα καὶ ἀεί τι πρὸς αὐτοὺς μεθ᾽ ἁψιμαχίας λέγοντα, τοὺς ἀγωνοθέτας τούς τε μαστιγοφόρους φοβούμενον, καὶ χρήματα αὐτοῖς κρύφα ἅπασιν ἀναλίσκοντα μὴ καὶ ἐλεγχθεὶς μαστιγωθῇ, καὶ ταῦτα μέντοι πάντα ποιοῦντα ἵνα τὸν τῶν κιθαρῳδῶν καὶ τῶν τραγῳδῶν καὶ τῶν κηρύκων [3] ἀγῶνα νικήσας ἡττηθῇ τὸν τῶν Καισάρων; τίς γὰρ ἂν προγραφὴ 2 ταύτης χαλεπωτέρα γένοιτο, ἐν οὐ 3 Σύλλας μὲν ἄλλους Νέρων δὲ ἑαυτὸν προέγραψεν; τίς δὲ νίκη ἀτοπωτέρα, ἐν τὸν κότινον τὴν δάφνην τὸ σέλινον τὴν πίτυν 4 [4] λαβὼν ἀπώλεσε τὸν πολιτικόν; καὶ τί ἄν τις ταῦτα αὐτοῦ μόνα ὀδύραιτο, ὁπότε καὶ ἐπὶ τοὺς ἐμβάτας ἀναβαίνων κατέπιπτεν ἀπὸ τοῦ κράτους, καὶ τὸ προσωπεῖον ὑποδύνων ἀπέβαλλε τὸ τῆς [p. 152] ἡγεμονίας ἀξίωμα, ἐδεῖτο ὡς δραπέτης, ἐποδηγεῖτο ὡς τυφλός, ἐκύει 5 ἔτικτεν ἐμαίνετο ἠλᾶτο, 6 τόν τε Οἰδίποδα καὶ τὸν Θυέστην τόν τε Ἡρακλέα καὶ τὸν Ἀλκμέωνα τόν τε 7 Ὀρέστην ὡς [5] πλήθει ὑποκρινόμενος. καὶ τά γε προσωπεῖα 8 τοτὲ μὲν αὐτοῖς ἐκείνοις τοτὲ 9 δὲ καὶ ἑαυτῷ εἰκασμένα ἔφερε: τὰ γὰρ τῶν γυναικῶν πάντα πρὸς τὴν Σαβῖναν ἐσκεύαστο, ὅπως κἀκείνη καὶ [6] τεθνηκυῖα πομπεύῃ. καὶ πάντα ὅσα οἱ τυχόντες ὑποκρίνονται, κἀκεῖνος καὶ ἔλεγε καὶ ἔπραττε καὶ ἔπασχε, πλὴν καθ᾽ ὅσον χρυσαῖς ἁλύσεσιν ἐδεσμεύετο: καὶ γὰρ οὐκ ἔπρεπεν, ὡς ἔοικεν, αὐτοκράτορι Ῥωμαίων σιδηραῖς δεῖσθαι. ”

1 kai/toi pw=s a)/n *wC, pw=s ga\r a)/n cod. Peir.

2 prografh\ Val., a)pografh\ cod. Peir.

3 ou) supplied by Rk.

4 pi/tun Val., pu/thn cod. Peir.

5 e)ku/ei cod. Peir., e)/kuen *wC.

6 h)la=to cod. Peir., om. wC.

7 to/n te *wC, kai\ cod. Peir.

8 proswpei=a Rk., pro/swpa *wC cod. Peir.

9 tote\ — tote\ cod. Peir., po/te — po/te *w, pote\ — pote\ C.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: