Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὤιμην ἐγὼ τοὺς τῶν Γαλιλαίων προστάτας
ἕξειν μοι μείζονα χάριν ἢ τῷ φθάσαντι πρὸ ἐμοῦ
τὴν ἀρχὴν ἐπιτροπεῦσαι.
συνέβη γὰρ ἐπὶ μὲν
ἐκείνου τοὺς πολλοὺς αὐτῶν καὶ φυγαδευθῆναι
καὶ διωχθῆναι καὶ δεσμευθῆναι,
πολλὰ δὲ ἤδη καὶ
σφαγῆναι πλήθη τῶν λεγομένων αἱρετικῶν,
ὡς ἐν
Σαμοσάτοις καὶ Κυζίκῳ καὶ Παφλαγονίᾳ καὶ
Βιθυνίᾳ καὶ Γαλατίᾳ,
καὶ ἐν πολλοῖς ἄλλοις
ἔθνεσιν ἄρδην ἀνατραπῆναι πορθηθείσας κώμας,
ἐπ̓ ἐμοῦ δὲ τοὐναντίον.
οἵ τε γὰρ ἐξορισθέντες
ἀφείθησαν,
καὶ οἱ δημευθέντες ἀπολαμβάνειν
τὰ σφέτερα ἅπαντα νόμῳ παῤ ἡμῶν ἔλαβον.
οἱ
δ̓ εἰς τοσοῦτον λυσσομανίας ἥκουσι καὶ ἀπονοίας,
ὥστε,
ὅτι μὴ τυραννεῖν ἔξεστιν αὐτοῖς μηδὲ ἅ
ποτε ἔπραττον κατ̓ ἀλλήλων,
ἔπειτα καὶ ἡμᾶς
τοὺς θεοσεβεῖς εἰργάζοντο,
διατιθέναι,
παροξυνόμενοι
[p. 130]
πάντα κινοῦσι λίθον καὶ συνταράττειν τολμῶσι
τὰ πλήθη καὶ στασιάζειν,
ἀσεβοῦντες μὲν
εἰς τοὺς θεούς,
ἀπειθοῦντες δὲ τοῖς ἡμετέροις
προστάγμασι,
καίπερ οὕτως οὖσι φιλανθρώποις.
οὐδένα γοῦν αὐτῶν ἄκοντα πρὸς βωμοὺς ἐῶμεν
ἕλκεσθαι,
διαρρήδην δὲ αὐτοῖς προαγορεύομεν,
εἴ
τις ἑκὼν χερνίβων καὶ σπονδῶν ἡμῖν ἐθέλει κοινωνεῖν,
καθάρσια προσφέρεσθαι πρῶτον καὶ τοὺς
ἀποτροπαίους ἱκετεύειν θεούς.
οὕτω πόρρω τυγχάνομεν
τοῦ τινα τῶν δυσσεβῶν ἐθελῆσαί ποτε
ἢ διανοηθῆναι τῶν παῤ ἡμῖν εὐαγῶν μετασχεῖν
θυσιῶν,
πρὶν τὴν μὲν ψυχὴν ταῖς λιτανείαις πρὸς
τοὺς θεούς,
τὸ δὲ σῶμα τοῖς νομίμοις καθαρσίοις καθήρασθαι.
Τὰ γοῦν πλήθη τὰ παρὰ τῶν λεγομένων κληρικῶν
ἐξηπατημένα πρόδηλον ὅτι ταύτης ἀφαιρεθείσης
στασιάζει τῆς ἀδείας.
οἱ γὰρ εἰς τοῦτο
τετυραννηκότες οὐκ ἀγαπῶσιν ὅτι μὴ τίνουσι
δίκην ὑπὲρ ὧν ἔπραξαν κακῶν,
ποθοῦντες δὲ τὴν
προτέραν δυναστείαν,
ὅτι μὴ δικάζειν ἔξεστιν
αὐτοῖς καὶ γράφειν διαθήκας καὶ ἀλλοτρίους
σφετερίζεσθαι κλήρους καὶ τὰ πάντα ἑαυτοῖς
προσνέμειν,
πάντα κινοῦσιν ἀκοσμίας κάλων καὶ,
τὸ λεγόμενον,
πῦρ ἐπὶ πῦρ ὀχετεύουσι καὶ τοῖς
προτέροις κακοῖς μείζονα ἐπιθεῖναι τολμῶσιν,
εἰς
διάστασιν ἄγοντες τὰ πλήθη.
ἔδοξεν οὖν μοι
[p. 132]
πᾶσι τοῖς δήμοις προαγορεῦσαι διὰ τοῦδε τοῦ διατάγματος
καὶ φανερὸν καταστῆσαι,
μῆ συστασιάζειν
τοῖς κληρικοῖς μηδὲ ἀναπείθεσθαι παῤ
αὐτῶν λίθους αἴρειν μηδὲ ἀπιστεῖν τοῖς ἄρχουσιν,
ἀλλὰ συνιέναι μὲν ἕως ἂν ἐθέλωσιν,
εὔχεσθαι δὲ
ἃς νομίζουσιν εὐχὰς ὑπὲρ ἑαυτῶν:
εἰ δὲ ἀναπείθοιεν
ὑπὲρ ἑαυτῶν στασιάζειν,
μηκέτι συνᾴδειν,
ἵνα μὴ δίκην δῶσι.
Ταῦτα δέ μοι παρέστη τῇ Βοστρηνῶν ἰδίᾳ προαγορεῦσαι
πόλει διὰ τὸ τὸν ἐπίσκοπον Τίτον καὶ
τοὺς κληρικοὺς ἐξ ὧν ἐπέδοσαν βιβλίων τοῦ μετὰ
σφῶν πλήθους κατηγορηκέναι,
ὡς αὐτῶν μὲν
παραινούντων τῷ πλήθει μὴ στασιάζειν,
ὁρμωμένου
δὲ τοῦ πλήθους πρὸς ἀταξίαν.
ἐν γοῦν
τοῖς βιβλίοις καὶ αὐτὴν ἣν ἐτόλμησεν ἐγγράψαι
τὴν φωνὴν ὑπέταξά μου τῷδε τῷ διατάγματι.
‘
Καίτοι Χριστιανῶν ὄντων ἐφαμίλλων τῷ πλήθει
τῶν Ἑλλήνων,
κατεχομένων δὲ τῇ ἡμετέρᾳ παραινέσει
μηδένα μηδαμοῦ ἀτακτεῖν.’
ταῦτα γάρ
ἐστιν ὑπὲρ ὑμῶν τοῦ ἐπισκόπου τὰ ῥήματα.
ὁρᾶτε
ὅπως τὴν ὑμετέραν εὐταξίαν οὐκ ἀπὸ τῆς ὑμετέρας
εἶναί φησι γνώμης,
οἵ γε ἄκοντες,
ὥς γε
εἶπε,
κατέχεσθε διὰ τὰς αὐτοῦ παραινέσεις.
ὡς
οὖν κατήγορον ὑμῶν ἑκόντες τῆς πόλεως διώξατε,
τὰ πλήθη δὲ ὁμονοεῖτε πρὸς ἀλλήλους,
καὶ μηδεὶς
ἐναντιούσθω μηδὲ ἀδικείτω:
μήθ̓ οἱ πεπλανημένοι
[p. 134]
τοῖς ὀρθῶς καὶ δικαίως τοὺς θεοὺς θεραπεύουσι
κατὰ τὰ ἐξ αἰῶνος ἡμῖν παραδεδομένα,
μήθ̓ οἱ
θεραπευταὶ τῶν θεῶν λυμαίνεσθε ταῖς οἰκίαις ἢ
διαρπάζετε τῶν ἀγνοίᾳ μᾶλλον ἢ γνώμῃ πεπλανημένων.
λόγῳ δὲ πείθεσθαι χρὴ καὶ διδάσκεσθαι
τοὺς ἀνθρώπους,
οὐ πληγαῖς οὐδὲ ὕβρεσιν οὐδὲ
αἰκισμῷ τοῦ σώματος.
αὖθις δὲ καὶ πολλάκις
παραινῶ τοῖς ἐπὶ τὴν ἀληθῆ θεοσέβειαν ὁρμωμένοις
μηδὲν ἀδικεῖν τῶν Γαλιλαίων τὰ πλήθη,
μηδὲ ἐπιτίθεσθαι μηδὲ ὑβρίζειν εἰς αὐτούς.
ἐλεεῖν
δὲ χρὴ μᾶλλον ἢ μισεῖν τοὺς ἐν τοῖς μεγίστοις
πράττοντας κακῶς:
μέγιστον γὰρ τῶν καλῶν ὡς
ἀληθῶς ἡ θεοσέβεια,
καὶ τοὐναντίον τῶν κακῶν
ἡ δυσσέβεια.
συμβαίνει δὲ τοὺς ἀπὸ θεῶν ἐπὶ
τοὺς νεκροὺς καὶ τὰ λείψανα μετατετραμμένους
ταύτην ἀποτῖσαι τὴν ζημίαν:
ὡς τοῖς μὲν ἐνεχομένοις
νόσῳ τινὶ συναλγοῦμεν,
τοῖς δὲ ἀπολυομένοις
καὶ ἀφιεμένοις ὑπὸ τῶν θεῶν συνηδόμεθα.
Ἐδόθη τῇ τῶν Καλανδῶν Αὐγούστων ἐν Ἀντιοχείᾳ.