previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καλλιξείνῃ

Χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος, ὡς παρὰ τῶν ἔμπροσθεν ἔγνωμεν: ἐγὼ δ̓ ἂν φαίην [p. 136] ὅτι καὶ τὸν εὐσεβῆ καὶ τὸν φιλόθεον. ἀλλ̓ ἐμαρτυρήθη, φής, καὶ Πηνελόπη φίλανδρος. εἶτα μετὰ τὸ φίλανδρον τὸ φιλόθεον τίς ἐν γυναικὶ δεύτερον τίθησι, καὶ οὐ φαίνεται πολὺν πάνυ τὸν μανδραγόραν ἐκπεπωκώς; εἰ δὲ καὶ τοὺς καιρούς τις ἐν νῷ λάβοι καὶ τὴν μὲν Πηνελόπην ἐπαινουμένην σχεδὸν ὑπὸ πάντων ἐπὶ τῇ φιλανδρίᾳ, κινδυνευούσας δὲ τὰς εὐσεβεῖς ὀλίγῳ πρότερον γυναῖκας, καὶ προσθήκην δὲ τῶν κακῶν, ὅτι καὶ διπλάσιος χρόνος, ἆῤ ἔστι σοὶ τὴν Πηνελόπην ἀξίως παραβάλλειν; ἀλλὰ μὴ μικροὺς ποιοῦ τοὺς ἐπαίνους: ἀνθ̓ ὧν ἀμείψονται μέν σε πάντες οἱ θεοί, τὸ παῤ ἡμῶν δὲ διπλῇ σε τιμήσομεν τῇ ἱερωσύνῃ. πρὸς γὰρ πρότερον εἶχες τῆς ἁγιωτάτης θεοῦ Δήμητρος, καὶ τῆς μεγίστης Μητρὸς θεῶν τῆς Φρυγίας ἐν τῇ θεοφιλεῖ Πεσσινοῦντι τὴν ἱερωσύνην ἐπιτρέπομέν σοι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: