ὁ δὲ Μεγακλείδης φησὶ τὸν Ὀδυσσέα καθομιλοῦντα τοῖς καιροῖς ὑπὲρ τοῦ δοκεῖν ὁμοήθη τοῖς Φαίαξιν εἶναι τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεσθαι, προπυθόμενον τοῦ Ἀλκίνου:οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι
ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
δαιτυμόνες δ᾽ ἀνὰ δώματ᾽ ἀκουάζωνται ἀοιδοῦ
ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
σίτου καὶ κρειῶν, μέθυ δ᾽ ἐκ κρητῆρος ἀφύσσων
οἰνοχόος παρέχῃσι καὶ ἐγχείῃ δεπάεσσιν.
τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
μόνως γὰρ οὕτως ᾠήθη ὧν ἤλπιζεν μὴ <ἂν> διαμαρτεῖν. τοιοῦτός ἐστιν καὶ ὁ παραινῶν Ἀμφιλόχῳ τῷ παιδί ῾Pind. fr. 43 B4':'αἰεὶ δ᾽ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε
εἵματά τ᾽ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
ὦ τέκνον,ὁμοίως φησὶν καὶ Σοφοκλῆς ἐν Ἰφιγενείᾳ ῾fr. 286 N':'
ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον
προσφέρων πάσαις πολίεσσιν ὁμίλει:
τῷ παρεόντι δ᾽ ἐπαινήσαις ἑκὼν
ἄλλοτ᾽ ἀλλοῖα φρόνει.
νόει πρὸς ἀνδρί, σῶμα πουλύπους ὅπωςκαὶ ὁ Θέογνις ῾v. 215 Z':'
πέτρᾳ, τραπέσθαι γνησίου φρονήματος.
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου.εἰσὶ δ᾽ οἵ φασι ταύτης εἶναι τῆς γνώμης τὸν Ὅμηρον, προτάττοντα τοῦ σπουδαίου βίου πολλάκις τὸν καθ᾽ ἡδονήν, λέγοντα:
καὶ ὁ Μενέλαος δὲ παρ᾽ αὐτῷ φησιν ῾Od. 4.178':'οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ᾽ ἀλλήλους.
οὐδέ κεν ἡμέαςκαί:
ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε.
διόπερ καὶ Ὀδυσσεὺς τρυφὴν καὶ λαγνείαν τέλος τοῦ βίου παρὰ τῷ Ἀλκινόῳ τίθεται.ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ.