Pythian 5
ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙΩι
ΑΡΜΑΤΙ
ὁ πλοῦτος εὐρυσθενής,
ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ
βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ
πολύφιλον ἑπέταν.
5ὦ θεόμορ᾽ Ἀρκεσίλα,
σύ τοί νιν κλυτᾶς
αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο
[10] σὺν εὐδοξίᾳ μετανίσεαι
ἕκατι χρυσαρμάτου Κάστορος:
10εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν
καταιθύσσει μάκαιραν ἑστίαν.
σοφοὶ δέ τοι κάλλιον
φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.
σὲ δ᾽ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται:
15τὸ μέν, ὅτι βασιλεὺς
[20] ἐσσὶ μεγαλᾶν πολίων,
ἔχει συγγενὴς
ὀφθαλμὸς αἰδοιότατον γέρας
τεᾷ τοῦτο μιγνύμενον φρενί:
20μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι
εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν
δέδεξαι τόνδε κῶμον ἀνέρων,
[30] Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτω
Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον,
25παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν:
φιλεῖν δὲ Κάρρωτον ἔξοχ᾽ ἑταίρων:
ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων
ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν
ἀφίκετο δόμους θεμισκρεόντων:
30ἀλλ᾽ ἀρισθάρματον
[40] ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
ἀκηράτοις ἁνίαις
ποδαρκέων δωδεκάδρομον τέμενος.
κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν: ἀλλὰ κρέμαται,
35ὁπόσα χεριαρᾶν
τεκτόνων δαίδαλ᾽ ἄγων
Κρισαῖον λόφον
[50] ἄμειψεν ἐν κοιλόπεδον νάπος
θεοῦ: τό σφ᾽ ἔχει κυπαρίσσινον
40μέλαθρον ἀμφ᾽ ἀνδριάντι σχεδόν,
Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ
καθέσσαντο μονόδροπον φυτόν.
ἑκόντι τοίνυν πρέπει
νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι.
45 [60] Ἀλεξιβιάδα, σὲ δ᾽ ἠΰκομοι φλέγοντι Χάριτες.
μακάριος, ὃς ἔχεις
καὶ πεδὰ μέγαν κάματον
λόγων φερτάτων
μναμήϊ᾽: ἐν τεσσαράκοντα γὰρ
50πετόντεσσιν ἁνιόχοις ὅλον
δίφρον κομίξαις ἀταρβεῖ φρενί,
ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν
[70] ἀέθλων καὶ πατρωΐαν πόλιν.
πόνων δ᾽ οὔ τις ἀπόκλαρός ἐστιν οὔτ᾽ ἔσεται:
55ὁ Βάττου δ᾽ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,
πύργος ἄστεος ὄμμα τε φαεννότατον
ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι
λέοντες περὶ δείματι φύγον,
γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν:
60 [80] ὁ δ᾽ ἀρχαγέτας ἔδωκ᾽ Ἀπόλλων
θῆρας αἰνῷ φόβῳ,
ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.
ὃ καὶ βαρειᾶν νόσων
ἀκέσματ᾽ ἄνδρεσσι καὶ γυναιξὶ νέμει,
65πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ,
ἀπόλεμον ἀγαγὼν
[90] ἐς πραπίδας εὐνομίαν,
μυχόν τ᾽ ἀμφέπει
μαντήϊον: τῷ καὶ Λακεδαίμονι
70ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ
ἔνασσεν ἀλκάεντας Ἡρακλέος
ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δ᾽ ἐμὸν γαρύειν
ἀπὸ Σπάρτας ἐπήρατον κλέος:
ὅθεν γεγενναμένοι
75 [100] ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,
ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν:
πολύθυτον ἔρανον
ἔνθεν ἀναδεξάμενοι,
Ἄπολλον, τεᾷ,
80Καρνήϊ᾽, ἐν δαιτὶ σεβίζομεν
Κυράνας ἀγακτιμέναν πόλιν:
ἔχοντι τὰν χαλκοχάρμαι ξένοι
Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον,
[110] καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον
85ἐν Ἄρει. τὸ δ᾽ ἐλάσιππον ἔθνος ἐνδυκέως
δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,
τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς
ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.
[120] κτίσεν δ᾽ ἄλσεα μείζονα θεῶν,
90εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις
ἀλεξιμβρότοις πεδιάδα πομπαῖς
ἔμμεν ἱππόκροτον
σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.
μάκαρ μὲν ἀνδρῶν μέτα
95ἔναιεν, ἥρως δ᾽ ἔπειτα λαοσεβής.
[130] ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν
βασιλέες ἱεροὶ
ἐντί, μεγάλαν δ᾽ ἀρετὰν
δρόσῳ μαλθακᾷ
100ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν,
ἀκούοντί που χθονίᾳ φρενί,
σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν
ἔνδικόν τ᾽ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων
[140] πρέπει χρυσάορα Φοῖβον ἀπύειν,
105ἔχοντα Πυθωνόθεν
τὸ καλλίνικον λυτήριον δαπανᾶν
μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.
λεγόμενον ἐρέω:
κρέσσονα μὲν ἁλικίας
110νόον φέρβεται
γλῶσσάν τε: θάρσος δὲ τανύπτερος
[150] ἐν ὄρνιξιν αἰετὸς ἔπλετο:
ἀγωνίας δ᾽, ἕρκος οἷον, σθένος:
ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,
115πέφανταί θ᾽ ἁρματηλάτας σοφός:
ὅσαι τ᾽ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,
τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,
καὶ τὸ λοιπὸν ὁμοῖα, Κρονίδαι μάκαρες,
[160] διδοῖτ᾽ ἐπ᾽ ἔργοισιν ἀμφί τε βουλαῖς
120ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων
χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.
Διός τοι νόος μέγας κυβερνᾷ
δαίμον᾽ ἀνδρῶν φίλων.
εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο
125δόμεν γέρας ἔπι Βάττου γένει.