Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
book 1
book 2
book 3
book 4
book 5
book 6
book 8
book 9
book 10
book 11
book 12
book 14
book 15
book 16
book 18
book 21
book 22
book 23
book 27
book 28
book 29
book 30
book 31
book 32
book 33
book 34
book 36
book 38
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι τῶν Καρχηδονίων πάλαι βουλευομένων περὶ τοῦ πῶς ἀπαντῆσαι δεῖ πρὸς τὴν Ῥωμαίων ἀπόκρισιν, καὶ τῶν Ἰτυκαίων ὑποτεμομένων τὴν ἐπίνοιαν αὐτῶν, τοῖς Ῥωμαίοις τὴν ἑαυτῶν παραδόντων πόλιν, ὁλοσχερὴς ἀμηχανία περιέστη τοὺς ἀνθρώπους. [2] μιᾶς γὰρ ἐλπίδος ἔτι φαινομένης αὐτοῖς, εἰ συγκαταβαῖεν εἰς τὸ δοῦναι τὴν ἐπιτροπὴν περὶ αὑτῶν, διότι πάντως εὐδοκεῖν ποιήσουσι τοὺς Ῥωμαίους, [3] διὰ τὸ μηδ᾽ ἐν ταῖς μεγίσταις περιστάσεσιν καταπολεμηθέντες, καὶ πρὸς τοῖς τείχεσι τῶν πολεμίων ὑπαρχόντων, μηδέποτε τὴν ἐπιτροπὴν δεδωκέναι τῆς πατρίδος, [4] καὶ ταύτης τῆς ἐπινοίας τὸν καρπὸν ἀπέβαλον, προκαταληφθέντες ὑπὸ τῶν Ἰτυκαίων: [5] οὐδὲν γὰρ ξένον οὐδὲ παράδοξον ἔμελλε φανήσεσθαι τοῖς Ῥωμαίοις, εἰ ταὐτὸν ποιήσαιεν τοῖς προειρημένοις. [6] οὐ μὴν ἀλλὰ κακῶν αἱρέσεως καταλειπομένης, ἢ τὸν πόλεμον ἀναδέχεσθαι γενναίως ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ τῶν καθ᾽ αὑτούς, [7] πολλοὺς καὶ ποικίλους ἐν τῷ συνεδρίῳ δι᾽ ἀπορρήτων ποιησάμενοι λόγους κατέστησαν πρεσβευτὰς αὐτοκράτορας, καὶ τούτους ἐξαπέστελλον, δόντες ἐντολὴν βλέποντας πρὸς τὰ παρόντα πράττειν τὸ δοκοῦν συμφέρειν τῇ πατρίδι, [8] ἦσαν δ᾽ οἱ πρεσβεύοντες Γίσκων Στρυτάνος ἐπικαλούμενος, Ἀμίλκας, Μίσδης, Γιλλίμας, Μάγων. [9] ἥκοντες δ᾽ οἱ πρέσβεις παρὰ τῶν Καρχηδονίων εἰς Ῥώμην καὶ καταλαβόντες πόλεμον δεδογμένον καὶ τοὺς στρατηγοὺς ὡρμηκότας μετὰ τῶν δυνάμεων, οὐκέτι διδόντων βουλὴν αὐτοῖς τῶν πραγμάτων, ἔδωκαν τὴν ἐπιτροπὴν περὶ αὑτῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.