previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τῶν μὲν ὁμήρων ἐκεῖσε παραχθέντων, οἱ στρατηγοὶ κατήχθησαν εἰς τὴν τῆς Ἰτύκης ἄκραν. [2] τούτων δὲ προσπεπτωκότων τοῖς Καρχηδονίοις ὀρθὴ καὶ περίφοβος ἦν πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων. [3] οὐ μὴν ἀλλ᾽ ἔδοξεν αὐτοῖς πρεσβευτὰς πέμπειν τοὺς πευσομένους τῶν ὑπάτων τί δεῖ ποιεῖν καὶ διασαφήσοντας ὅτι πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμοι πάντες εἰσίν. [4] τῶν δὲ πρεσβευτῶν ἀφικομένων εἰς τὴν τῶν Ῥωμαίων παρεμβολήν, καὶ τοῦ συνεδρίου συναχθέντος, εἰσελθόντες οἱ πρέσβεις διελέγοντο κατὰ τὰς ἐντολάς. [5] δὲ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας αὐτῶν τὴν πρόθεσιν καὶ προαίρεσιν ἐκέλευε παραδιδόναι τά θ᾽ ὅπλα καὶ τὰ βέλη πάντα χωρὶς δόλου καὶ ἀπάτης. [6] οἱ δὲ πρέσβεις ποιήσειν μὲν ἔφασαν τὸ παραγγελλόμενον, σκοπεῖσθαι δ᾽ αὐτοὺς ἠξίουν τὸ συμβησόμενον, ἐὰν αὐτοὶ μὲν παραχωρήσωσι τῶν ὅπλων, ἐκεῖνοι δὲ λαβόντες ἀποπλεύσωσιν. ὅμως ταῦτα ἔδωκαν. — [7]

δῆλον ἐγένετο διότι μέγα τὸ βάσταγμα τῆς πόλεως ἦν: πλείονα γὰρ εἴκοσι μυριάδων ὅπλα παρέδωκαν Ῥωμαίοις καὶ καταπέλτας δισχιλίους. —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: