previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


II. Bellum Punicum Tertium

ὅτι Ἀσδρούβας στρατηγὸς Καρχηδονίων κενόδοξος ἦν ἀλαζὼν καὶ πολὺ κεχωρισμένος τῆς πραγματικῆς καὶ στρατηγικῆς δυνάμεως. [2] πολλὰ δὲ σημεῖα τῆς ἀκρισίας αὐτοῦ. πρῶτον μὲν γὰρ παρῆν ἐν πανοπλίᾳ, πορφυρίδα θαλαττίαν ἐπιπεπορπημένος, ἡνίκα Γολόσσῃ συνεγίνετο τῷ τῶν Νομάδων βασιλεῖ, μετὰ μαχαιροφόρων δέκα. [3] ἔπειτα προβὰς ἀπὸ τῶν δέχ᾽ ὅσον εἴκοσι πόδας ἀπέστη, προβεβλημένος τάφρον καὶ χάρακα, καὶ κατένευε τῷ βασιλεῖ προσιέναι πρὸς αὑτόν, καθῆκον γίνεσθαι τοὐναντίον. [4] οὐ μὴν ἀλλ᾽ Γολόσσης ἀφελῶς ἔχων Νομαδικῷ τινι τρόπῳ μόνος προσῄει πρὸς αὐτόν: καὶ προσεγγίσας ἤρετο τίνα φοβούμενος τὴν πανοπλίαν ἔχων ἧκε. [5] τοῦ δ᾽ εἰπόντος ὅτι Ῥωμαίους, "οὐκ ἂν ἄρ᾽" ἔφησεν Γολόσσης "ἔδωκας σαυτὸν εἰς τὴν πόλιν, μηδεμίαν ἔχων ἀνάγκην. πλὴν τί βούλει καὶ τί παρακαλεῖς;" φησίν. δ᾽ Ἀσδρούβας " [6] ἐγώ" φησὶ "πρεσβευτήν σε παρακαλῶ γενέσθαι πρὸς τὸν στρατηγὸν καὶ πᾶν ἀναδέχεσθαι διότι ποιήσομεν τὸ προσταττόμενον: μόνον ἀπόσχεσθε τῆς ταλαιπώρου πόλεως ταύτης. [7] " καὶ [ὁ] Γολόσσης "παιδικὴν δοκεῖς μοι" φησὶν "ἀξίωσιν ἀξιοῦν, βέλτιστε: [8] ὑπὲρ ὧν γὰρ ἐξ ἀκεραίου πρεσβεύοντες, ἔτι καθημένων ἐν Ἰτύκῃ Ῥωμαίων, οὐκ ἐδύνασθε πείθειν, τίνι λόγῳ νῦν ἀξιοῖς ταῦτά σοι συγχωρεῖσθαι, περιτετειχισμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ σχεδὸν ἁπάσας ἀπεγνωκὼς τὰς τῆς σωτηρίας ἐλπίδας; [9] " δ᾽ Ἀσδρούβας ἀγνοεῖν αὐτὸν ἔφη: καὶ γὰρ ἐπὶ τοῖς ἔξωθεν συμμάχοις ἀκμὴν καλὰς ἐλπίδας ἔχειν: οὐ γάρ πω τὰ περὶ τοὺς Μαυρουσίους ἠκηκόει καὶ τὰ περὶ τῶν ὑπαίθρων δυνάμεων [ὅτι σώζονται]: καὶ μὴν οὐκ ἀπελπίζειν τὰ καθ᾽ αὑτούς: μάλιστα δὲ πεποιθέναι τῇ τῶν θεῶν συμμαχίᾳ καὶ ταῖς ἐν ἐκείνοις ἐλπίσιν: [10] οὐ γὰρ περιόψεσθαι σφᾶς προφανῶς παρασπονδουμένους, ἀλλὰ πολλὰς δώσειν ἀφορμὰς πρὸς σωτηρίαν. [11] διὸ παρακαλεῖν ἠξίου τὸν στρατηγὸν καὶ τῶν θεῶν ἕνεκεν καὶ τῆς τύχης φείσασθαι τῆς πόλεως, εἰδότα σαφῶς διότι μὴ δυνάμενοι τυχεῖν τούτου κατασφαγήσονται πρότερον παραχωρήσουσι ταύτης. [12] τότε μὲν οὖν ταῦτα καὶ παραπλήσια διαλεχθέντες ἐχωρίσθησαν, ταξάμενοι μετὰ τρίτην ἡμέραν πάλιν συμπορεύεσθαι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: