Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρῶτον ἄν τις τὰ παιδικὰ διέλθοι. ποδωκέστατος γὰρ τῶν ἐφ᾽ ἡλικίας νέων γενόμενος καὶ τῶν [p. 408] ἑταίρων αὐτὸν ἐπ᾽ Ὀλύμπια παρορμώντων, ἠρώτησεν, εἰ βασιλεῖς ἀγωνίζονται: τῶν δ᾽ ‘οὐ’ φαμένων, ἄδικον εἶπεν εἶναι τὴν ἅμιλλαν, ἐν ᾗ νικήσει μὲν ἰδιώτας, νικηθήσεται δὲ βασιλεύς. τοῦ δὲ πατρὸς Φιλίππου λόγχῃ τὸν μηρὸν ἐν Τριβαλλοῖς διαπαρέντος, καὶ τὸν μὲν κίνδυνον διαφυγόντος, ἀχθομένου δὲ τῇ χωλότητι, ‘θάρρει, πάτερ,’ ἔφη, ‘καὶ πρόιθι φαιδρῶς, ἵνα τῆς ἀρετῆς κατὰ βῆμα μνημονεύῃς.’ ταῦτ᾽ οὐκ ἔστι διανοίας