‘ καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν ὥραν ἄριστον ὠνομάσθαι, καθάπερ τὸ αὔριον 1. τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει: πράξαντες γάρ τι δειπνοῦσιν ἢ μεταξὺ πράττοντες:. ἔστι δὲ καὶ τοῦτο παρ᾽ Ὁμήρου λαβεῖν λέγοντος
ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον.2 εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν 3 ῥᾷστον, τοῦτο δ᾽ ὥσπερ διαπεπονημένον ἐκάλεσαν.’
ὑβριστὴς δ᾽ ὢν καὶ φιλόγελως φύσει ὁ [p. 331] ἀδελφὸς ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν