previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἧτται μὲν οὖν τῷ Σερτωρίῳ πλείονες συνέβαινον, αὑτὸν μὲν ἀήττητον ἀεὶ φυλάττοντι καὶ τοὺς καθ᾽ αὑτόν, θραυομένῳ δὲ περὶ τοὺς ἄλλους ἡγεμόνας: ἐκ δὲ ὧν ἐπηνωρθοῦτο τὰς ἥττας μᾶλλον ἐθαυμάζετο νικώντων τῶν ἀντιστρατήγων, οἷον ἐν τῇ περὶ Σούκρωνι μάχῃ πρός Πομπήϊον, καὶ πάλιν ἐν τῇ περὶ Τουρίαν1 πρός τε τοῦτον ὁμοῦ καὶ Μέτελλον. [2] μὲν οὖν περὶ Σούκρωνι μάχη λέγεται γενέσθαι τοῦ Πομπηΐου κατεπείξαντος, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος. δὲ Σερτώριος ἐβούλετο μὲν τῷ Πομπηΐῳ, πρὶν ἐπελθεῖν τὸν Μέτελλον, διαγωνίσασθαι, παραγαγὼν δὲ ἑσπέρας ἤδη συνέβαλεν, οἰόμενος ξένοις οὖσι καὶ ἀπείροις τῶν χωρίων τοῖς πολεμίοις τὸ σκότος ἔσεσθαι καὶ φεύγουσιν ἐμπόδιον [p. 52] καὶ διώκουσι. [3] γενομένης δὲ τῆς μάχης ἐν χερσίν ἔτυχε μὲν οὐ πρός Πομπήϊον αὐτός, ἀλλὰ πρός Ἀφράνιον ἐν ἀρχῇ συνεστηκώς ἔχοντα τὸ ἀριστερόν, αὐτὸς ἐπὶ τοῦ δεξιοῦ τεταγμένος, ἀκούσας δὲ τῷ Πομπηΐῳ τοὺς συνεστῶτας ὑποχωρεῖν ἐγκειμένῳ καὶ κρατεῖσθαι, τὸ μὲν δεξιὸν ἐπ᾽ ἄλλοις ἐποιήσατο στρατηγοῖς, πρός δὲ ἐκεῖνο τὸ νικώμενον αὐτὸς ἐβοηδρόμει. [4] καὶ τοὺς μὲν ἤδη τρεπομένους τοὺς δὲ ἔτι μένοντας ἐν τάξει συναγαγὼν καὶ ἀναθαρρύνας, ἐξ ὑπαρχῆς ἐνέβαλε τῷ Πομπηΐῳ διώκοντι, καὶ φυγὴν ἐποιήσατο πολλήν, ὅτε καὶ Πομπήϊος ἐγγὺς ἐλθὼν ἀποθανεῖν καὶ τραυματισθείς παραλόγως διέφυγεν. οἱ γὰρ μετὰ Σερτωρίου Λίβυες, ὡς ἔλαβον αὐτοῦ τὸν ἵππον χρυσῷ κεκοσμημένον καὶ φαλάρων ἀνάπλεων πολυτελῶν, ἐν τῷ διανέμεσθαι καὶ διαφέρεσθαι πρός ἀλλήλους προήκαντο τὴν δίωξιν. [5] Ἀφράνιος δὲ τοὺς ἀνθεστῶτας πρός αὑτὸν ἅμα τῷ Σερτώριον ἀπελθεῖν ἐπὶ θάτερα βοηθοῦντα τρεψάμενος εἰς τὸ στρατόπεδον κατήραξε: καὶ συνεισπεσὼν ἐπόρθει σκότους ἤδη ὄντος, μήτε τὴν Πομπηΐου φυγὴν εἰδώς μήτε τοὺς στρατιώτας τῆς ἁρπαγῆς ἐπισχεῖν δυνάμενος, ἐν τούτῳ δὲ Σερτώριος ἀνέστρεψε τὸ καθ᾽ αὑτὸν νενικηκώς: καὶ τοῖς Ἀφρανίου δι᾽ ἀταξίαν ταρασσομένοις ἐπιπεσών πολλοὺς διέφθειρε. [6] πρωὶ δὲ αὖθις ἐξοπλισθεὶς ἐπὶ μάχην κατέβαινεν, εἶτα Μέτελλον αἰσθόμενος ἐγγὺς εἶναι λύσας τὴν τάξιν ἀνέζευξεν, εἰπώνἀλλ᾽ ἔγωγε τὸν παῖδα τοῦτον, εἰ μὴ παρῆν γραῦς [p. 54] ἐκείνη, πληγαῖς ἂν νουθετήσας εἰς Ῥώμην ἀπεστάλκειν.’

1 Τουρίαν Sintenis2, after Ukert; Sintenis1, Coraës and Bekker have Τουττίαν. The MSS. reading is uncertain.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
  • Cross-references to this page (3):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: