Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπέδωκε δύο τριήρεις. συστάντος δὲ πρὸς Δηλίους ἀμφισβητήματος, ποτέρους δεῖ προΐστασθαι τοῦ ἱεροῦ, αἱρεθέντος Αἰσχίνου συνειπεῖν, ἡ ἐξ Ἀρείου πάγου βουλὴ Ὑπερείδην ἐχειροτόνησεν καὶ ἔστιν ὁ λόγος Δηλιακὸς ἐπιγεγραμμένος, ἐπρέσβευσε δὲ καὶ πρὸς Ῥοδίους. ἡκόντων δὲ καὶ παρ᾽ Ἀντιπάτρου πρέσβεων, ἐπαινούντων τὸν Ἀντίπατρον ὡς χρηστόν, ἀπαντήσας: αὐτοῖς εἶπεν ‘οἴδαμεν ὅτι χρηστὸς ὑπάρχει, ἀλλ᾽ ἡμεῖς γ᾽ οὐ δεόμεθα χρηστοῦ δεσπότου.’ λέγεται δ᾽ ἄνευ ὑποκρίσεως δημηγορῆσαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.