Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
μήτηρ ἤδη παίδων γενομένη πολλῶν. εὐθὺς μὲν οὖν
ἠξίου μοιχεύτρια τὸ ἐξ ἀρχῆς εἶναι, ξυγκαλύπτειν μέντοι
τοὔργον τοῦτο ἐν σπουδῇ εἶχεν, οὐ καταδυομένη
τοῖς οἰκείοις ἐπιτηδεύμασιν, οὐδέ τι πρὸς τοῦ ξυνοικοῦντος
δειμαίνουσα δέος ῾οὔτε γὰρ αἰδῶ τινα ἔργου
ὁτουοῦν ἔλαβε πώποτε καὶ τὸν ἄνδρα μαγγανείαις
πολλαῖς κατείληφεν̓, ἀλλὰ τὴν ἐκ τῆς βασιλίδος
ὑποπτεύουσα τίσιν. λίαν γὰρ ἐς αὐτὴν ἡ Θεοδώρα
ἠγριαίνετό τε καὶ ἐσεσήρει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

