Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35
section:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
book 6
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ
book 8
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐν τούτῳ δὲ τάδε ξυνηνέχθη γενέσθαι. Λαζοὶ Δαγισθαῖον ἐς βασιλέα διέβαλλον, ἐς Βυζάντιον ἥκοντες, προδοσίαν τε καὶ μηδισμὸν ἐπιφέροντες. [2] Πέρσαις γὰρ αὐτὸν ἰσχυρίζοντο ἀναπεισθέντα οὐ βεβουλῆσθαι καταπεπτωκότος τοῦ Πέτρας περιβόλου ἐπιβατεῦσαι, τούς τε πολεμίους θυλάκους μεταξὺ ψάμμου ἐμπλησαμένους καὶ αὐτῶν τὰς ἐπιβολὰς ἀντὶ λίθων ποιησαμένους τοῦ περιβόλου ὅσα καταπεπτώκει ταύτῃ κρατύνασθαι. [3] ἔλεγόν τε ὡς Δαγισθαῖος, εἴτε χρήμασιν εἴτε ὀλιγωρίᾳ ἐς τοῦτο ἠγμένος, τὴν ἐπίθεσιν ἐς ἕτερόν τινα χρόνον ἀπέθετο, καὶ τοῦ καιροῦ τὴν ἀκμὴν ἐν τῷ παραυτίκα μεθῆκεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι οἷός τε ἐγεγόνει. [4] αὐτὸν οὖν βασιλεὺς ἐν τῷ οἰκήματι καθείρξας ἐτήρει: Βέσσαν [p. 132] δέ, ἐξ Ἰταλίας οὐ πολλῷ ἔμπροσθεν ἥκοντα, στρατηγὸν Ἀρμενίων καταστησάμενος ἐς Λαζικὴν πέμπει, ἄρχειν ἐπαγγείλας τοῦ ἐνταῦθα Ῥωμαίων στρατοῦ. [5] οὗ δὴ καὶ Βενῖλος, ὁ Βούζου ἀδελφός, ξὺν στρατῷ ἤδη σταλεὶς ἔτυχε καὶ Ὀδόναχός τε καὶ ὁ Βάβας ἐκ Θρᾴκης καὶ Οὐλίγαγος Ἔρουλος γενος. [6] Ὅ τε Ναβέδης ἐσβαλὼν ἐς Λαζικὴν στρατῷ ἄλλο μέν τι λόγου ἄξιον οὐδὲν ἔδρασεν, Ἀβασγοῖς δὲ ἀποστᾶσιν ἀπό τε Ῥωμαίων καὶ Λαζῶν ἐπιχωριάσας τῇ στρατιᾷ ταύτῃ, παῖδας τῶν ἐν σφίσι λογίμων ἑξήκοντα ἐν ὁμήρων λόγῳ πρὸς αὐτῶν ἔλαβε. [7] ῾τότε δὲ ποιούμενος ὁ Ναβέδης ὁδοῦ πάρεργον, καὶ Θεοδώραν Ὀψίτῃ ξυνοικήσασαν ῾ὃς ἐγεγόνει Γουβάζου μὲν θεῖος, Λαζῶν δὲ βασιλεὺς᾿ εὑρὼν ἐν Ἀψιλίοις εἷλεν, ἔς τε τὰ Περσῶν ἤθη ἀπήνεγκε. [8] Ῥωμαία δὲ γένος ἡ γυνὴ ἐτύγχανεν οὖσα, ἐπεὶ ἐκ παλαιοῦ οἱ Λαζῶν βασιλεῖς ἐς Βυζάντιον πέμποντες βασιλέως τε γνώμῃ ξυνιόντες ἐς κῆδός τισι τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς γυναῖκας ἐνθένδε γαμετὰς ἐκομίζοντο. [9] καὶ Γουβάζης ἀμέλει Ῥωμαίας γυναικὸς ἐγεγόνει γένος.᾿ ὅτου δὲ ἕνεκα οἱ Ἀβασγοὶ οὗτοι ἐς ἀπόστασιν εἶδον, ἐγὼ δηλώσω. [10] Ἐπειδὴ βασιλεῖς τοὺς σφετέρους καθεῖλον, ᾗπέρ μοι ἔναγχος δεδιήγηται, στρατιῶται Ῥωμαίων πρὸς βασιλέως στελλόμενοι ἐπεχωρίαζόν τε αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ προσποιεῖσθαι τῇ Ῥωμαίων ἀρχῇ τὴν χώραν ἠξίουν, καινά τε αὐτοῖς ἄττα ἐπέταττον. [11] οἷσπερ Ἀβασγοὶ βιαιοτέροις οὖσιν ἀτεχνῶς ἤχθοντο. δείσαντες οὖν μὴ [p. 134] Ῥωμαίων δοῦλοι τὸ λοιπὸν ἔσονται, τοὺς ἄρχοντας αὖθις κατεστήσαντο σφίσιν Ὀψίτην μὲν ὄνομα ἐς τῆς χώρας τὰ πρὸς ἀνίσχοντα ἥλιον, [12] Σκεπαρνᾶν δὲ ἐς τὰ πρὸς ἑσπέραν. ἐς ἀγαθῶν γὰρ ἐκπεπτωκότες ἀπόγνωσιν τὰπρότερον δόξαντα σφίσι μοχθηρὰ εἶναι τῶν ἐπιγενομένων ἅτε πονηροτέρων ὄντων, ὡς τὸ εἰκός, ἀντηλλάσσοντο, δύναμίν τε ἀπ̓ αὐτοῦ τὴν Ῥωμαίων δειμαίνοντες Πέρσαις ὡς λαθραιότατα προσεχώρησαν. ἅπερ ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, Βέσσαν ἐκέλευε στράτευμα λόγου ἄξιον ἐπ̓ αὐτοὺς στεῖλαι. [13] ὁ δὲ πολλοὺς ἀπολεξάμενος τοῦ Ῥωμαίων στρατοῦ, καὶ ἄρχοντας ἐπιστήσας αὐτοῖς Οὐλίγαγόν τε καὶ Ἰωάννην τὸν Θωμᾶ υἱόν, αὐτίκα ἐπὶ τοὺς Ἀβασγοὺς ναυσὶν ἔπεμψεν. ἐτύγχανε δὲ ἅτερος μὲν τῶν ἐν Ἀβασγοῖς ἡγουμένων, Σκεπαρνᾶς ὄνομα, ἐν Πέρσαις τινὰ διατριβὴν ἔχων: [14] μετάπεμπτος γὰρ ὀλίγῳ πρότερον παρὰ Χοσρόην ἀφῖκτο. ὁ δὲ δὴ ἕτερος, τὴν Ῥωμαίων μαθὼν ἔφοδον, τούς τε Ἀβασγοὺς ἅπαντας ἤγειρε καὶ ὑπαντιάζειν διὰ σπουδῆς εἶχεν. [15] Ἔστι δὲ χῶρος μετὰ τοὺς Ἀψιλίας ὅρους ἐν τῇ ἐς τὴν Ἀβασγίαν εἰσόδῳ τοιόσδε: ὄρος ὑψηλὸν ἐκ τῶν Καυκασίων ἀρχόμενον καὶ κατὰ βραχὺ ἐλασσούμενόν τε καὶ ὑπολῆγον ὥσπερ τις κλῖμαξ κατατείνει καὶ τελευτᾷ ἐς τὸν Εὔξεινον Πόντον. [16] καὶ φρούριον μὲν ἐχυρώτατόν τε καὶ μεγέθους πέρι ἀξιολογώτατον ἐκ παλαιοῦ Ἀβασγοὶ ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους τούτου [p. 136] ἐδείμαντο. [17] οὗ δὴ καταφεύγοντες ἐκκρούουσιν ἀεὶ τὰς τῶν πολεμίων ἐφόδους, οὐδαμῆ ἐχόντων τὴν δυσχωρίαν βιάζεσθαι. μία δὲ εἴσοδος εἰσάγουσά ἐστιν ἔς τε τὸ φρούριον τοῦτο καὶ ἐς τὴν ἄλλην Ἀβασγῶν χώραν, ἥπερ ἀνδράσι σύνδυο ἐρχομένοις ἀπόρευτος τυγχάνει οὖσα. [18] μηχανὴ γὰρ οὐδεμία ἐστὶν ὅτι μὴ κατ̓ ἄνδρα καὶ μόλις πεζεύοντα ἐνθένδε ἰέναι. τῆς τε ἀτραποῦ ταύτης ὑπέρκειται φάραγξ ἐσάγαν σκληρὰ ἐκ τοῦ φρουρίου διήκουσα μέχρι ἐς τὴν θάλασσαν. [19] φέρεται δὲ καὶ προσηγορίαν τῆς φάραγγος ἀξίαν ὁ χῶρος, ἐπεὶ αὐτὸν ἑλληνίζοντες οἱ τῇδε ἄνθρωποι τὰ Τραχέα καλοῦσιν. [20] Ὁ μὲν οὖν Ῥωμαίων στόλος μεταξὺ ὁρίων τῶν τε Ἀβασγῶν καὶ Ἀψιλίων κατέπλευσεν, Ἰωάννης δὲ καὶ Οὐλίγαγος ἐς τὴν γῆν τοὺς στρατιώτας ἀποβιβάσαντες πεζῇ ἐχώρουν, οἵ τε ναῦται ταῖς ἀκάτοις ἁπάσαις παρὰ τὴν ἠϊόνα τῷ στρατῷ εἵποντο. [21] ἐπειδὴ δὲ τῶν Τραχέων ὡς ἀγχοτάτω ἐγένοντο, ἐξωπλισπένους τε ὁρῶσιν Ἀβασγοὺς ἅπαντας καὶ τῆς ἀτραποῦ ὕπερθεν ἧς ἄρτι ἐμνήσθην κατὰ τὴν φάραγγα ὅλην ἐν τάξει ἑστῶτας, ἀμηχανίᾳ τε πολλῇ εἴχοντο θέσθαι τὰ σφίσι παρόντα οὐδαμῆ ἔχοντες, ἕως ἐν αὑτῷ πολλὰ λογισάμενος Ἰωάννης ἄκεσίν τινα τοῦ κακοῦ εὗρε. [22] τὸν γὰρ Οὐλίγαγον ξὺν τῷ ἡμίσει τοῦ στρατοῦ ἐνταῦθα ἐάσας αὐτὸς τοὺς ἄλλους ἐπαγόμενος τὰς ἀκάτους ἐπλήρου. ἐρέσσοντές τε χῶρον τὸν τῶν Τραχέων περιῆλθόν τε καὶ διέβησαν ὅλον καὶ κατὰ νώτου τῶν πολεμίων ταύτῃ ἐγένοντο. [23] ἄραντες οὖν τὰ σημεῖα ἐς αὐτοὺς ᾔεσαν. Ἀβασγοὶ δὲ τοὺς πολεμίους [p. 138] σφίσιν ἑκατέρωθεν ἐγκειμένους ἰδόντες ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, οὐδὲ τὴν τάξιν ἐφύλασσον, ἐς ὑπαγωγὴν δὲ ξὺν πολλῇ ἀκοσμίᾳ τραπόμενοι πρόσω ἐχώρουν, οὕτω τῷ δέει καὶ τῇ ἀπ̓ αὐτοῦ ἀμηχανίᾳ συμποδιζόμενοι ὥστε οὔτε τὴν πατρῴαν σφίσι δυσχωρίαν ἔτι διαγινώσκειν ἐδύναντο οὔτε πη εὐπετῶς ἐνθένδε ἰέναι. [24] Ῥωμαῖοι δὲ αὐτοῖς ἑκατέρωθεν ἐπισπόμενοί τε καὶ καταλαβόντες πολλοὺς ἔκτειναν. δρόμῳ τε ξὺν τοῖς φεύγουσιν ἐς τὸ φρούριον ἀφικόμενοι ἀνακεκλιμένης ἔτι ἐπιτυγχάνουσι τῆς ταύτῃ πυλίδος: οἱ γὰρ φύλακες ἐπιθεῖναι τὰς θύρας οὐδαμῆ εἶχον, ἀλλὰ τοὺς φεύγοντας ἔτι ἐδέχοντο. [25] τῶν τε φυγόντων τοῖς διώκουσιν ἀναμιχθέντων ἐπὶ τὰς πύλας ἵενται ἅπαντες, οἱ μὲν ἐπιθυμίᾳ τοῦ σώζεσθαι, [26] οἱ δὲ τοῦ τὸ φρούριον ἐξελεῖν. ἀνακεκλιμένας οὖν τὰς πύλας εὑρόντες συνεισέβαλον ἐς ταύτας ἀλλήλοις. οἱ γὰρ πυλωροὶ οὔτε διακρίνειν ἀπὸ τῶν πολεμίων τοὺς Ἀβασγοὺς εἶχον οὔτε τὰς πύλας ὑπερβιαζομένου τοῦ ὁμίλου ἐπιτιθέναι. [27] Καὶ οἱ μὲν Ἀβασγοὶ ἄσμενοι ἐντὸς τοῦ περιβόλου γενόμενοι ξὺν τῷ φρουρίῳ ἡλίσκοντο, Ῥωμαῖοι δὲ τῶν ἐναντίων κεκρατηκέναι οἰόμενοι πόνῳ δυσκολωτέρῳ ἐνταῦθα ὡμίλουν. [28] τῶν γὰρ οἰκιῶν συχνῶν τε οὐσῶν καὶ οὐ λίαν διεχουσῶν ἀλλήλων, ἀλλὰ καὶ τρόπον τείχους πανταχόθεν συμπεφραγμένων, Ἀβασγοὶ ἐς αὐτὰς ἀναβάντες καὶ σθένει παντὶ ἀμυνόμενοι, τοὺς πολεμίους κατὰ κορυφὴν ἔβαλλον, πόνῳ καὶ φόβῳ καὶ [p. 140] τῷ ἐς παῖδάς τε καὶ γυναῖκας ἐλέῳ καὶ τῇ ἐνθένδε ἀπορίᾳ ἐχόμενοι, ἕως Ῥωμαίοις ἐμπρῆσαι τὰς οἰκίας ἐς ἔννοιαν ἦλθε. [29] πῦρ τοίνυν αὐταῖς πανταχόθεν ἀνάψαντες τοῦ ἀγῶνος παντάπασι τούτου ἐκράτησαν. Ὀψίτης μὲν οὖν, ὁ τῶν Ἀβασγῶν ἄρχων, ξὺν ὀλίγοις τισὶ φυγεῖν ἴσχυσεν, ἔς τε Οὔννους τοὺς πλησιοχώρους καὶ ὄρος τὸ Καυκάσιον ἀνεχώρησε. [30] τοῖς δὲ δὴ ἄλλοις ἢ ξὺν ταῖς οἰκίαις ἐξηνθρακωμένοις τετεφρῶσθαι ξυνέβη, ἢ ὑπὸ ταῖς τῶν πολεμίων γεγονέναι χερσίν. ἐζώγρησαν δὲ Ῥωμαῖοι καὶ τὰς τῶν ἀρχόντων γυναῖκας ξὺν γόνῳ παντί, τοῦ τε φρουρίου τὸν περίβολον ἐς ἔδαφος καθεῖλον καὶ τὴν χώραν ἔρημον κατεστήσαντο ἐκ τοῦ ἐπὶ πλεῖστον. Ἀβασγοῖς μὲν οὖν τὰ τῆς ἀποστάσεως ἐς τοῦτο ἐτελεύτα: ἐν δὲ Ἀψιλίοις ἐγένετο τάδε.
Procopius. Procopius. H.B. (Henry Bronson) Dewing. William Heinemann; The Macmillan Co.; Harvard University Press. London; New York; Cambridge, MA. 1914-1928. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.