This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ ἀρρενικῶν καὶ θηλυκῶν Ὑπ̓ ὄψιν ἤδη καὶ τοῦ περὶ ἀδελφῶν λόγου κατὰ τὸν ἀρμόζοντα καὶ φυσικὸν τρόπον ἡμῖν γεγονότος, ἑξῆς ἂν εἴη τῶν κατ̓ αὐτὴν τὴν γένεσιν ἄρξασθαι, καὶ πρῶτον ἐπιδραμεῖν τὸν περὶ ἀρρενικῶν τε καὶ θηλυκῶν ἐπιλογισμόν. θεωρεῖται δ̓ οὗτος οὐ μονοειδῶς οὐδ̓ ἀφ̓ ἑνός τινος ἀλλ̓ ἀπό τε τῶν φωτῶν ἀμφοτέρων καὶ τοῦ ὡροσκόπου τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων, μάλιστα μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν, ὁλοσχερέστερον δὲ καὶ κατὰ τὴν τῆς ἐκτροπῆς. τὸ δ̓ ὅλον παρατηρητέον, πότερον οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκοδεσποτοῦντες ἀστέρες ἢ πάντες ἢ οἱ πλεῖστοι τυγχάνουσιν ἠρρενωμένοι πρὸς ἀρρενογονίαν [p. 256] ἢ τεθηλυσμένοι πρὸς θηλυγονίαν, καὶ οὕτως ἀποφαντέον. διακριτέον μέντοι τούς τε ἠρρενωμένους καὶ τοὺς τεθηλυσμένους καθ̓ ὃν ὑπεθέμεθα τρόπον ἐν ταῖς πινακικαῖς ἐκθέσεσι ἐν ἀρχῇ τῆς συντάξεως ἀπό τε τῆς τῶν δωδεκατημορίων ἐν οἷς εἰσι φύσεως, καὶ ἀπὸ τῆς αὐτῶν τῶν ἀστέρων, καὶ ἔτι ἀπὸ τῆς πρὸς τὸν κόσμον σχέσεως, ἐπειδήπερ ἀπηλιωτικοὶ μὲν ὄντες ἀρρενοῦνται, λιβυκοὶ δὲ θηλύνονται πρὸς δὲ τούτοις ἀπὸ τῆς πρὸς τὸν ἥλιον, ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται, θηλύνονται δὲ ἑσπέριοι: δἰ ὧν πάντων τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσήκει καταστοχάζεσθαι.