previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[9]

῞ατε δὴ πρὸς τὸ παιδευτικὸν εἶδος τοὺς μύθους ἀναφέρων ποιητὴς ἐφρόντισε πολὺ μέρος τἀληθοῦς, ἐν δ᾽ ἐτίθει καὶ ψεῦδος, τὸ μὲν ἀποδεχόμενος τῷ δὲ δημαγωγῶν καὶ στρατηγῶν τὰ πλήθη. ‘ὡς δ᾽ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνήρ,’ οὕτως ἐκεῖνος ταῖς ἀληθέσι περιπετείαις προσεπετίθει μῦθον, ἡδύνων καὶ κοσμῶν τὴν φράσιν, πρὸς δὲ τὸ αὐτὸ τέλος τοῦ ἱστορικοῦ καὶ τοῦ τὰ ὄντα λέγοντος βλέπων. οὕτω δὴ τόν τε Ἰλιακὸν πόλεμον γεγονότα παραλαβὼν ἐκόσμησε ταῖς μυθοποιίαις, καὶ τὴν Ὀδυσσέως πλάνην ὡσαύτως: ἐκ μηδενὸς δὲ ἀληθοῦς ἀνάπτειν κενὴν τερατολογίαν οὐχ Ὁμηρικόν. προσπίπτει γάρ, ὡς εἰκός, ὡς πιθανώτερον ἂν οὕτω τις ψεύδοιτο, εἰ καταμίσγοι τι καὶ αὐτῶν τῶν ἀληθινῶν: ὅπερ καὶ Πολύβιός φησι περὶ τῆς Ὀδυσσέως πλάνης ἐπιχειρῶν: τοιοῦτο δ᾽ ἐστὶ καὶ τόἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.’ οὐ γὰρ πάντα ἀλλὰ πολλά, ἐπεὶ οὐδ᾽ ἂν ἦν ἐτύμοισιν ὁμοῖα. ἔλαβεν οὖν παρὰ τῆς ἱστορίας τὰς ἀρχάς. καὶ γὰρ τὸν Αἰόλον δυναστεῦσαί φασι τῶν περὶ τὴν [p. 26] Λιπάραν νήσων καὶ τῶν περὶ τὴν Αἴτνην καὶ Λεοντίνην Κύκλωπας καὶ Λαιστρυγόνας ἀξένους τινάς: διὸ καὶ τὰ περὶ τὸν πορθμὸν ἀπροσπέλαστα εἶναι τοῖς τότε καὶ τὴν Χάρυβδιν καὶ τὸ Σκύλλαιον ὑπὸ λῃστῶν κατέχεσθαι. οὕτω δὲ καὶ τοὺς ἄλλους τῶν ὑπὸ Ὁμήρου λεγομένων ἐν ἄλλοις τόποις ἱστοροῦμεν: οὕτω δὲ καὶ τοὺς Κιμμερίους εἰδὼς οἰκοῦντας τὸν Κιμμερικὸν Βόσπορον πρὸς βορρᾶν καὶ ζοφώδη μετήγαγεν οἰκείως εἰς σκοτεινόν τινα τόπον τὸν καθ᾽ ᾄδην, χρήσιμον ὄντα πρὸς τὴν μυθοποιίαν τὴν ἐν τῇ πλάνῃ. ὅτι δ᾽ οἶδεν αὐτούς, οἱ χρονογράφοι δηλοῦσιν μικρὸν πρὸ αὐτοῦ τὴν τῶν Κιμμερίων ἔφοδον κατ᾽ αὐτὸν ἀναγράφοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: