previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[19] συνεχεῖς δὲ τῇ μερίδι ταύτῃ λέγονται οἱ ὑπὸ τῷ Πολυποίτῃοἳ δ᾽ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τ᾽ Ὀλοοσσόνα λευκήν.’ ταύτην τὴν χώραν πρότερον μὲν ᾤκουν Περραιβοί, τὸ πρὸς θαλάττῃ μέρος νεμόμενοι καὶ τῷ Πηνειῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ καὶ Γυρτῶνος πόλεως Περραιβίδος. εἶτα ταπεινώσαντες ἐκείνους1 Λαπίθαι κατέσχον αὐτοὶ τὰ χωρία, Ἰξίων καὶ υἱὸς Πειρίθους, ὃς καὶ τὸ Πήλιον κατεκτήσατο βιασάμενος τοὺς κατασχόντας Κενταύρους, ἄγριόν τι φῦλον. τούτους μὲν οὖνἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσε,’ τοῖς δὲ Λαπίθαις τὰ πεδία παρέδωκε: τινὰ δ᾽ αὐτῶν καὶ οἱ Περραιβοὶ κατεῖχον, τὰ πρὸς τῷ Ὀλύμπῳ: ἔστι δ᾽ ὅπου καὶ ὅλοι ἀναμὶξ τοῖς Λαπίθαις ᾤκουν. μὲν οὖν Ἄργισσα, νῦν Ἄργουρα, ἐπὶ τῷ Πηνειῷ κεῖται: ὑπέρκειται δ᾽ αὐτῆς Ἄτραξ ἐν τετταράκοντα σταδίοις, τῷ ποταμῷ πλησιάζουσα καὶ αὕτη: τὴν δ᾽ ἀνὰ μέσον ποταμίαν εἶχον Περραιβοί. Ὄρθην δὲ τινὲς τὴν ἀκρόπολιν τῶν Φαλανναίων εἰρήκασιν: δὲ Φάλαννα Περραιβικὴ πόλις πρὸς τῷ Πηνειῷ πλησίον τῶν Τεμπῶν. οἱ μὲν οὖν Περραιβοὶ καταδυναστευθέντες ὑπὸ τῶν Λαπιθῶν εἰς τὴν ὀρεινὴν ἀπανέστησαν οἱ πλείους τὴν περὶ Πίνδον καὶ Ἀθαμᾶνας καὶ Δόλοπας, τὴν δὲ χώραν [p. 621] καὶ τοὺς ὑπολειφθέντας τῶν Περραιβῶν κατέσχον Λαρισαῖοι, πλησίον μὲν οἰκοῦντες τοῦ Πηνειοῦ, γειτνιῶντες δ᾽ ἐκείνοις, νεμόμενοι δὲ τὰ εὐδαιμονέστατα μέρη τῶν πεδίων, πλὴν εἴ τι σφόδρα κοῖλον πρὸς τῇ λίμνῃ τῇ Νεσσωνίδι, εἰς ἣν ὑπερκλύζων ποταμὸς ἀφῃρεῖτό τι τῆς ἀροσίμου τοὺς Λαρισαίους: ἀλλ᾽ ὕστερον παραχώμασιν ἐπηνώρθωσαν Λαρισαῖοι. οὗτοι δ᾽ οὖν κατεῖχον τέως τὴν Περραιβίαν καὶ φόρους ἐπράττοντο, ἕως Φίλιππος κατέστη κύριος τῶν τόπων. Λάρισα δ᾽ ἐστὶ καὶ ἐν τῇ Ὄσσῃ χωρίον: καὶ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία λεγομένη: καὶ ἐν τῇ Κρήτῃ πόλις νῦν εἰς Ἱεράπυτναν συνοικισθεῖσα, ἀφ᾽ ἧς καὶ τὸ ὑποκείμενον πεδίον νῦν Λαρίσιον καλεῖται: καὶ ἐν Πελοποννήσῳ τε τῶν Ἀργείων ἄκρα καὶ τὴν Ἠλείαν ἀπὸ Δύμης διορίζων Λάρισος ποταμός. Θεόπομπος δὲ καὶ πόλιν λέγει ἐν τῇ αὐτῇ μεθορίᾳ κειμένην Λάρισαν: καὶ ἐν τῇ Ἀσίᾳ τε Φρικωνὶς περὶ τὴν Κύμην καὶ κατὰ Ἁμαξιτὸν τῆς Τρῳάδος: καὶ Ἐφεσία Λάρισά ἐστι καὶ ἐν Συρίᾳ: τῆς δὲ Μιτυλήνης ἀπὸ πεντήκοντα σταδίων εἰσὶ Λαρισαῖαι πέτραι κατὰ τὴν ἐπὶ Μηθύμνης ὁδόν: καὶ ἐν τῇ Ἀττικῇ δ᾽ ἐστὶ Λάρισα: καὶ τῶν Τράλλεων διέχουσα κώμη τριάκοντα σταδίους ὑπὲρ τῆς πόλεως ἐπὶ Καΰστρου πεδίον διὰ τῆς Μεσωγίδος ἰόντων κατὰ τὸ τῆς Ἰσοδρόμης Μητρὸς ἱερόν, ὁμοίαν τὴν θέσιν καὶ τὴν ἀρετὴν ἔχουσα τῇ Κρεμαστῇ Λαρίσῃ: καὶ γὰρ εὔυδρος καὶ ἀμπελόφυτος: ἴσως δὲ καὶ Λαρίσιος Ζεὺς ἐκεῖθεν ἐπωνόμασται: καὶ ἐν τοῖς ἀριστεροῖς δὲ τοῦ Πόντου κώμη τις καλεῖται Λάρισα μεταξὺ Ναυλόχου καὶ Ὀδησσοῦ πλησίον τῶν ἄκρων τοῦ Αἵμου. καὶ Ὀλοσσὼν δὲ λευκὴ προσαγορευθεῖσα ἀπὸ τοῦ λευκάργιλος εἶναι, καὶ Ἠλώνη Περραιβικαὶ πόλεις, καὶ Γόννος. δ᾽ Ἠλώνη μετέβαλε τοὔνομα Λειμώνη [p. 622] μετονομασθεῖσα: κατέσκαπται δὲ νῦν: ἄμφω δ᾽ ὑπὸ τῷ Ὀλύμπῳ κεῖνται οὐ πολὺ ἄπωθεν τοῦ Εὐρώπου ποταμοῦ, ὃν ποιητὴς Τιταρήσιον καλεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: