previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀίτης


῎Ηλυθες φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ;
ἤλυθες: οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.
ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο
ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός,
5ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός,
ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν
συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν,
τόσσον ἔμ᾽ εὔφρανας τὺ φανείς, σκιερὰν δ᾽ ὑπὸ φαγὸν
ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.
10εἴθ᾽ ὁμαλοὶ πνεύσειαν ἐπ᾽ ἀμφοτέροισιν ῎Ερωτες
νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά.
θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην
φῶθ᾽, μὲν εἴσπνηλος, φαίη χ᾽ ὡμυκλαϊάσδων,
τὸν δ᾽ ἕτερον πάλιν ὥς κεν Θεσσαλὸς εἴποι ἀίταν.
15ἀλλήλους δ᾽ ἐφίλησαν ἴσῳ ζυγῷ. ῥα τότ᾽ ἦσαν
χρύσειοι πάλιν ἄνδρες, κἀντεφίλησ᾽ φιληθείς.
εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ
ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα
ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς ᾿Αχέροντα:
20 σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω
πᾶσι διὰ στόματος, μετὰ δ᾽ ἠιθέοισι μάλιστα.’
ἀλλ᾽ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες
ἔσσονθ᾽ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων
ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω.
25ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας,
διπλάσιον δ᾽ ὤνασας, ἔχων δ᾽ ἐπίμετρον ἀπῆνθον.
Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς,
ὄλβιοι οἰκείοιτε, τὸν ᾿Αττικὸν ὡς περίαλλα
ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα.
30αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ
κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι.
ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη,
βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρ᾽ ἀπῆνθεν.
ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.
35 που τὸν χαροπὸν Γανυμήδεα πόλλ᾽ ἐπιβωτᾷ
Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ
πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: