previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις
χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα
890αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος
σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω
δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι.
ῥηιδίως δ᾽ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις
ἄλλων ἐκ πολίων: ἀλλ᾽ οὐ σύγε τήνδε μενοινὴν
895σχήσεις, οὔτ᾽ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι.
μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη
Ὑψιπύλης: λίπε δ᾽ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι
πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.’
τὴν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν:
900Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο
ἐκ μακάρων: τύνη δ᾽ ἐμέθεν πέρι θυμὸν ἀρείω
ἴσχαν᾽, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι
ναιετάειν: μοῦνόν με θεοὶ λύσειαν ἀέθλων.
εἰ δ᾽ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
905τηλοῦ ἀναπλώοντι, σὺ δ᾽ ἄρσενα παῖδα τέκηαι,
πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ
πατρί τ᾽ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε
τέτμῃ ἔτι ζώοντας, ἵν᾽ ἄνδιχα τοῖο ἄνακτος
σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.’
910    , καὶ ἔβαιν᾽ ἐπὶ νῆα παροίτατος: ὧς δὲ καὶ ἄλλοι
βαῖνον ἀριστῆες: λάζοντο δὲ χερσὶν έρετμὰ
ἐνσχερὼ ἑζόμενοι: πρυμνήσια δέ σφισιν Ἄργος
λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. ἔνθ᾽ ἄρα τοίγε
κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν.
915ἑσπέριοι δ᾽ Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαν
νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες
ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας
σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο.
τῶν μὲν ἔτ᾽ οὐ προτέρω μυθήσομαι: ἀλλὰ καὶ αὐτὴ
920νῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα
δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν.
κεῖθεν δ᾽ εἰρεσίῃ Μέλανος διὰ βένθεα πόντου
ἱέμενοι τῇ μὲν Θρῃκῶν χθόνα, τῇ δὲ περαίην
Ἴμβρον ἔχον καθύπερθε: νέον γε μὲν ἠελίοιο
925δυομένου Χερόνησον ἐπὶ προύχουσαν ἵκοντο.
ἔνθα σφιν λαιψηρὸς ἄη νότος, ἱστία δ᾽ οὔρῳ
στησάμενοι κούρης Ἀθαμαντίδος αἰπὰ ῥέεθρα
εἰσέβαλον: πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο
ἦρι, τὸ δ᾽ ἐννύχιοι Ῥοιτειάδος ἔνδοθεν ἀκτῆς
930μέτρεον, Ἰδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες.
Δαρδανίην δὲ λιπόντες ἐπιποοσέβαλλον Ἀβύδῳ,
Περκώτην δ᾽ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν
ἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν.
καὶ δὴ τοίγ᾽ ἐπὶ νυκτὶ διάνδιχα νηὸς ἰούσης
935δίνῃ πορφύροντα διήνυσαν Ἑλλήσποντον.
ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος
τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο
εἰς ἅλα κεκλιμένη, ὅσσον τ᾽ ἐπιμύρεται ἰσθμὸς
χέρσῳ ἐπιπρηνὴς καταειμένος: ἐν δέ οἱ ἀκταὶ
940ἀμφίδυμοι, κεῖνται δ᾽ ὑπὲρ ὕδατος Λἰσήποιο.
Λ̓́ρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες:
καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἐνναίουσιν
Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι.
ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται,
945αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δ᾽ ὑπένερθεν
τέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῇς ἀραρυῖαι.
ἰσθμὸν δ᾽ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο
ἀνέρες: ἐν δ᾽ ἥρως Λἰνήιος υἱὸς ἄνασσεν
Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο
950Αἰνήτη. τοὺς δ᾽ οὔτι καὶ ἔκπαγλοί περ ἐόντες
Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ:
τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες.
ἔνθ᾽ Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισιν
Θρηικίοις, Καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν.
955κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες
Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο,
κρήνῃ ὑπ᾽ Ἀρτακίῃ: ἕτερον δ᾽ ἔλον, ὅστις ἀρήρει,
βριθύν: ἀτὰρ κεῖνόν γε θεοπροπίαις Ἑκάτοιο
Νηλεΐδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο
960ἱερόν, θέμις ἦεν, Ἰησονίης ἐν Ἀθήνης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: