previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧς ἄρ᾽ ἔφη: τοὺς δ᾽ εἶθαρ ἕλεν δέος εἰσαΐοντας.
δὴν δ᾽ ἔσαν ἀμφασίῃ βεβολημένοι: ὀψὲ δ᾽ ἔειπεν
410ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι:
γέρον, ἤδη μέν τε διίκεο πείρατ᾽ ἀέθλων
ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας
πειθόμενοι Πόντονδε περήσομεν: εἰ δέ κεν αὖτις
τάσδ᾽ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω
415ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην.
πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,
νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; αἶα δὲ Κολχὶς
Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν.’
ὧς φάτο: τὸν δ᾽ γεραιὸς ἀμειβόμενος προσέειπεν:
420 τέκος, εὖτ᾽ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας,
θάρσει: ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει
ἐξ Αἴης: μετὰ δ᾽ Αἶαν ἅλις πομπῆες ἔσονται.
ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν
Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων.
425καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε.’
ὧς φάτ᾽ Ἀγηνορίδης: ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ
Θρηικίου Βορέαο κατ᾽ αἰθέρος ἀίξαντε
οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας: οἱ δ᾽ ἀνόρουσαν
ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο.
430Ζήτης δ᾽ ἱεμένοισιν, ἔτ᾽ ἄσπετον ἐκ καμάτοιο
ἆσθμ᾽ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν
ἤλασαν, ἠδ᾽ ὡς ῀Ἰρις ἐρύκακε τάσδε δαΐξαι,
ὅρκιά τ᾽ εὐμενέουσα θεὰ πόρεν, αἱ δ᾽ ὑπέδυσαν
δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης.
435γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι
αὐτός τ᾽ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε
Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν:
ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης
κήδετο λευγαλέης, καὶ δ᾽ ἡμέας αὖθι πέλασσεν
440τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο:
εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι τ᾽ ἂν ὀίω
γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδ᾽ ἱκοίμην.’
ὧς ἔφατ᾽: αὐτὰρ τόνγε κατηφήσας προσέειπεν:
Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος
445ἔστ᾽ ὀπίσω: κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί.
ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,
καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.’
ὧς τώγ᾽ ἀλλήλοισι παραβλήδην ἀγόρευον.
αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη
450Ἠριγενής: τὸν δ᾽ ἀμφὶ περικτίται ἠγερέθοντο
ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ᾽ ἤματι κεῖσε θάμιζον,
αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς.
τοῖς γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,
ἔχραεν ἐνδυκέως, πολέων δ᾽ ἀπὸ πήματ᾽ ἔλυσεν
455μαντοσύνῃ: τῶ καί μιν ἐποιχόμενοι κομέεσκον.
σὺν τοῖσιν δ᾽ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν
φίλτατος: ἀσπάσιος δὲ: δόμοις ἔνι τούσγ᾽ ἐνόησεν.
πρὶν γὰρ δή νύ ποτ᾽ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν
Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο
460πείσματ᾽ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ,
οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας.
τοὺς μὲν ἔπειτ᾽ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν
πέμφ᾽ γέρων: οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν
κέκλετ᾽ ἀριστήεσσι σὺν ἀνδράσιν: αἶψα δὲ τόνγε
465σφωιτέρων ὀίων ὅτις ἔξοχος, εἰς κομίσσαι
ἧκεν ἐποτρύνας. τοῦ δ᾽ ἐκ μεγάροιο κιόντος
μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: