Θύρσις ἢ ᾠδή
Θύρσις῾Αδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα,
ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ
συρίσδες: μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ.
αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ.
5αἴκα δ᾽ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ
ἁ χίμαρος: χιμάρῳ δὲ καλὸν κρέας, ἕστέ κ᾽ ἀμέλξῃς. Αἴπολος
῞Αδιον ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχὲς
τῆν᾽ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.
αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται,
10ἄρνα τὺ σακίταν λαψῇ γέρας: αἰ δέ κ᾽ ἀρέσκῃ
τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ. Θύρσις
λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι,
συρίσδεν; τὰς δ᾽ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ. Αἴπολος
15οὐ θέμις ὦ ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμιν
συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες: ἦ γὰρ ἀπ᾽ ἄγρας
τανίκα κεκμακὼς ἀμπαύεται: ἔστι δὲ πικρός,
καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.
ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγε᾽ ἀείδες
20καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας,
δεῦρ᾽ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπω
καὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ ὁ θῶκος
τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κ᾽ ἀείσῃς
ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων,
25αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι,
ἃ δύ᾽ ἔχοισ᾽ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας,
καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ,
ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.
τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός,
30κισσὸς ἑλιχρύσῳ κεκονιμένος: ἁ δὲ κατ᾽ αὐτὸν
καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.
ἔντοσθεν δὲ γυνά, τί θεῶν δαίδαλμα τέτυκται,
ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρες
καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος
νεικείουσ᾽ ἐπέεσσι. τὰ δ᾽ οὐ φρενὸς ἅπτεται αὐτᾶς:
ἀλλ᾽ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα,
ἄλλοκα δ᾽ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἱ δ᾽ ὑπ᾽ ἔρωτος
δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.
τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται
λεπράς, ἐφ᾽ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει
ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.
φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν:
ὧδέ οἱ ᾠδήκαντι κατ᾽ αὐχένα πάντοθεν ἶνες
καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας.
45τυτθὸν δ᾽ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος
πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,
τὰν ὀλίγος τις κῶρος ἐφ᾽ αἱμασιαῖσι φυλάσσει
ἥμενος: ἀμφὶ δέ νιν δύ᾽ ἀλώπεκες ἁ μὲν ἀν᾽ ὄρχως
φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δ᾽ ἐπὶ πήρᾳ
50πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν
φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ.
αὐτὰρ ὅγ᾽ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν
σχοίνῳ ἐφαρμόσδων: μέλεται δέ οἱ οὔτέ τι πήρας
οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ.
παντᾷ δ᾽ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος:
αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι.
τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τ᾽ ἔδωκα
ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος:
οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλ᾽ ἔτι κεῖται
60ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν,
αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς.
κοὔτί τυ κερτομέω. πόταγ᾽ ὦγαθέ: τὰν γὰρ ἀοιδὰν
οὔτί πᾳ εἰς ᾿Αίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς. Θύρσις
῎Αρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
65Θύρσις ὅδ᾽ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.
πᾷ ποκ᾽ ἄρ᾽ ἦσθ᾽, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι;
ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἢ κατὰ Πίνδω;
οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετ᾽ ᾿Ανάπω,
οὐδ᾽ Αἴτνας σκοπιάν, οὐδ᾽ ῎Ακιδος ἱερὸν ὕδωρ.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,
τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,
75πολλαὶ δ᾽ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
ἦνθ᾽ ῾Ερμῆς πράτιστος ἀπ᾽ ὤρεος, εἶπε δέ: ‘Δάφνι,
τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι;’
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
80ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον:
πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθ᾽ ὁ Πρίηπος
κἤφα: ‘Δάφνι τάλαν, τί τὺ τάκεαι, ἁ δέ τε κώρα
πάσας ἀνὰ κράνας, πάντ᾽ ἄλσεα ποσσὶ φορεῖται--
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶσ--
85ζάτεισ᾽; ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.
βούτας μὰν ἐλέγευ, νῦν δ᾽ αἰπόλῳ ἀνδρὶ ἔοικας.
ᾡπόλος ὅκκ᾽ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται,
τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
καὶ τὺ δ᾽ ἐπεί κ᾽ ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι,
τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.’
τὼς δ᾽ οὐδὲν ποτελέξαθ᾽ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ
ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας:
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
95ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα,
λάθρια μὲν γελάοισα, βαρὺν δ᾽ ἀνὰ θυμὸν ἔχοισα,
κεἶπε: ‘τύ θην τὸν ῎Ερωτα κατεύχεο Δάφνι λυγιξεῖν:
ἦ ῥ᾽ οὐκ αὐτὸς ῎Ερωτος ὑπ᾽ ἀργαλέω ἐλυγίχθης;’
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
τὰν δ᾽ ἄρα χὡ Δάφνις ποταμείβετο: ‘Κύπρι βαρεῖα,
Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής:
ἤδη γὰρ φράσδῃ πάνθ᾽ ἅλιον ἄμμι δεδύκειν:
Δάφνις κἠν ᾿Αίδα κακὸν ἔσσεται ἄλγος ῎Ερωτι.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
ὧ λέγεται τὰν Κύπριν ὁ βουκόλοσ--ἕρπε ποτ᾽ ῎Ιδαν,
ἕρπε ποτ᾽ ᾿Αγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος:
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει.
110καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.
αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,
καὶ λέγε: τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.’
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
115ὦ λύκοι, ὦ θῶες, ὦ ἀν᾽ ὤρεα φωλάδες ἄρκτοι,
χαίρεθ᾽. ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτ᾽ ἀν᾽ ὕλαν,
οὐκέτ᾽ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρ᾽ ᾿Αρέθοισα,
καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
120Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων,
Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ᾽ ἀοιδᾶς.
ὦ Πὰν Πάν, εἴτ᾽ ἐσσὶ κατ᾽ ὤρεα μακρὰ Λυκαίω,
εἴτε τύ γ᾽ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθ᾽ ἐπὶ νᾶσον
125τὰν Σικελάν, ῾Ελίκας δὲ λίπ᾽ ἠρίον αἰπύ τε σᾶμα
τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.
ἔνθ᾽ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν
ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.
130ἦ γὰρ ἐγὼν ὑπ᾽ ἔρωτος ἐς ῞Αιδαν ἕλκομαι ἤδη.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.
νῦν δ᾽ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δ᾽ ἄκανθαι,
ἁ δὲ καλὰ νάρκισσος ἐπ᾽ ἀρκεύθοισι κομάσαι:
πάντα δ᾽ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι.
Δάφνις ἐπεὶ θνάσκει: καὶ τὼς κύνας ὥλαφος ἕλκοι,
κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.
χὡ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο: τὸν δ᾽ ᾿Αφροδίτα
ἤθελ᾽ ἀνορθῶσαι: τά γε μὰν λίνα πάντα λελοίπει
140ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα
τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ᾽ ἀοιδᾶς.
καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας
σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι,
145χαίρετ᾽: ἐγὼ δ᾽ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ. Αἴπολος
πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,
πλῆρές τοι σχαδόνων, καὶ ἀπ᾽ Αἰγίλω ἰσχάδα τρώγοις
ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾁδεις.
ἠνίδε τοι τὸ δέπας: θᾶσαι φίλος, ὡς καλὸν ὄσδει:
150῾Ωρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς.
ὧδ᾽ ἴθι Κισσαίθα, τὺ δ᾽ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,
οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.