previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χάριτες Ἱέρων


αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,
ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.
Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι:
ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.
5τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπ᾽ ἀῶ
ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ
ἀσπασίως, οὐδ᾽ αὖθις ἀδωρήτους ἀποπέμψει;
αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδ᾽ ἴασι,
πολλά με τωθάζοισαι, τ᾽ ἀλιθίαν ὁδὸν ἦνθον,
10ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ
ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,
ἔνθ᾽ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται.
τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;
οὐκ οἶδ᾽: οὐ γὰρ ἔτ᾽ ἄνδρες ἐπ᾽ ἔργμασιν ὡς πάρος ἐσθλοῖς
15αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δ᾽ ὑπὸ κερδέων.
πᾶς δ᾽ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,
ἀλλ᾽ εὐθὺς μυθεῖται: ‘ἀπωτέρω γόνυ κνάμα:
αὐτῷ μοί τι γένοιτο: θεοὶ τιμῶσιν ἀοιδούς.
τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν ῞Ομηρος.
οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.’
δαιμόνιοι, τί δὲ κέρδος μυρίος ἔνδοθι χρυσὸς
κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,
ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν:
25πολλοὺς δ᾽ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων
ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ
μειλίξαντ᾽ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι,
Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,
30ὄφρα καὶ εἰν ᾿Αίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,
μηδ᾽ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ ᾿Αχέροντος,
ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
πολλοὶ ἐν ᾿Αντιόχοιο δόμοις καὶ ἄνακτος ᾿Αλεύα
35ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται:
πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς
μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι,
μυρία δ᾽ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις:
40ἀλλ᾽ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ ᾿Αχέροντος,
ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
εἰ μὴ κεῖνος ἀοιδὸς Κήιος αἰόλα φωνέων
βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκ᾽ ὀνομαστοὺς
ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
τίς δ᾽ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
Πριαμίδας θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
50εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
οὐδ᾽ ᾿Οδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς
πάντας ἐπ᾽ ἀνθρώπους, ᾿Αίδαν τ᾽ εἰς ἔσχατον ἐλθὼν
ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δ᾽ ἂν ὑφορβὸς
55Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφ᾽ ἀγελαίαις
ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,
εἰ μή σφεας ὤνασαν ᾿Ιάονος ἀνδρὸς ἀοιδαί.
᾿Εκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.
60ἀλλ᾽ ἶσος γὰρ μόχθος ἐπ᾽ ᾀόνι κύματα μετρεῖν,
ὅσσ᾽ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,
ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,
καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν.
χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰη
65ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.
αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα
πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.
δίζημαι δ᾽, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω
σὺν Μοίσαις: χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
70κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.
οὔπω μῆνας ἄγων ἔκαμ᾽ οὐρανὸς οὐδ᾽ ἐνιαυτούς:
πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι:
ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετ᾽ ἀοιδοῦ,
ῥέξας ᾿Αχιλεὺς ὅσσον μέγας βαρὺς Αἴας
75ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον ῎Ιλου.
ἤδη νῦν Φοίνικες ὑπ᾽ ἠελίῳ δύνοντι
οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν.
ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα
ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν:
80ἐν δ᾽ αὐτοῖς ῾Ιέρων προτέροις ἴσος ἡρώεσσι
ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι.
αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνι᾽ ᾿Αθάνα
κούρη θ᾽, σὺν ματρὶ πολυκλήρων ᾿Εφυραίων
εἴληχας μέγα ἄστυ παρ᾽ ὕδασι Λυσιμελείας,
85ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα
Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας
τέκνοις ἠδ᾽ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν:
ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις,
δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας:
90ἀγροὺς δ᾽ ἐργάζοιντο τεθαλότας: αἱ δ᾽ ἀνάριθμοι
μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
ἀμπεδίον βληχοῖντο, βόες δ᾽ ἀγελαδὸν ἐς αὖλιν
ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν:
νειοὶ δ᾽ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
95ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων
ἀχεῖ ἐν ἀκρεμόνεσσιν: ἀράχνια δ᾽ εἰς ὅπλ᾽ ἀράχναι
λεπτὰ διαστήσαιντο, βοᾶς δ᾽ ἔτι μηδ᾽ ὄνομ᾽ εἴη.
ὑψηλὸν δ᾽ ῾Ιέρωνι κλέος φορέοιεν ἀοιδοὶ
καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος
100ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν.
εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν ᾿Αρέθοισαν
ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν ῾Ιέρωνα.
᾿Ετεόκλειοι θύγατρες θεαί, Μινύειον
105᾿Ορχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,
ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων
θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν.
καλλείψω δ᾽ οὐδ᾽ ὔμμε: τί γὰρ Χαρίτων ἀγαπητὸν
ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμ᾽ εἴην.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: