Τροφός
Τροφός
Εἴθ᾽ ὤφελ᾽ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,
μηδ᾽ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
τμηθεῖσα πεύκη, μηδ᾽ ἐρετμῶσαι χέρας
5ἀνδρῶν ἀριστέων οἳ τὸ πάγχρυσον δέρος
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν᾽ ἐμὴ
Μήδεια πύργους γῆς ἔπλευσ᾽ Ἰωλκίας
ἔρωτι θυμὸν ἐκπλαγεῖσ᾽ Ἰάσονος:
οὐδ᾽ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
10πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν
<φίλων τε τῶν πρὶν ἀμπλακοῦσα καὶ πάτρας.>
<καὶ πρὶν μὲν εἶχε κἀνθάδ᾽ οὐ μεμπτὸν βίον>1
ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
φυγὰς πολίταις ὧν ἀφίκετο χθόνα
αὐτῷ τε πάντα ξυμφέρουσ᾽ Ἰάσονι:
ἥπερ μεγίστη γίγνεται σωτηρία,
15ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.
νῦν δ᾽ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.
προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ᾽ ἐμὴν
γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,
γήμας Κρέοντος παῖδ᾽, ὃς αἰσυμνᾷ χθονός.
20Μήδεια δ᾽ ἡ δύστηνος ἠτιμασμένη
βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιᾶς
πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται
οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
κεῖται δ᾽ ἄσιτος, σῶμ᾽ ὑφεῖσ᾽ ἀλγηδόσιν,
25τὸν πάντα συντήκουσα δακρύοις χρόνον
ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ᾽ ἠδικημένη,
οὔτ᾽ ὄμμ᾽ ἐπαίρουσ᾽ οὔτ᾽ ἀπαλλάσσουσα γῆς
πρόσωπον: ὡς δὲ πέτρος ἢ θαλάσσιος
κλύδων ἀκούει νουθετουμένη φίλων,
30ἢν μή ποτε στρέψασα πάλλευκον δέρην
αὐτὴ πρὸς αὑτὴν πατέρ᾽ ἀποιμώξῃ φίλον
καὶ γαῖαν οἴκους θ᾽, οὓς προδοῦσ᾽ ἀφίκετο
μετ᾽ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
ἔγνωκε δ᾽ ἡ τάλαινα συμφορᾶς ὕπο
35οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.
στυγεῖ δὲ παῖδας οὐδ᾽ ὁρῶσ᾽ εὐφραίνεται.
δέδοικα δ᾽ αὐτὴν μή τι βουλεύσῃ νέον:
βαρεῖα γὰρ φρήν, οὐδ᾽ ἀνέξεται κακῶς
πάσχουσ᾽ (ἐγᾦδα τήνδε) δειμαίνω τέ νιν
40μὴ θηκτὸν ὤσῃ φάσγανον δι᾽ ἥπατος
[σιγῇ δόμους εἰσβᾶσ᾽, ἵν᾽ ἔστρωται λέχος,]
ἢ καὶ τυράννους τόν τε γήμαντα κτάνῃ
κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
δεινὴ γάρ: οὔτοι ῥᾳδίως γε συμβαλὼν
45ἔχθραν τις αὐτῇ καλλίνικος ᾁσεται.
ἀλλ᾽ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι
κακῶν: νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.