Ἀνδρομάχη
Ἀνδρομάχη
Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλις,
ὅθεν ποθ᾽ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ
Πριάμου τύραννον ἑστίαν ἀφικόμην
δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
5ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ,
νῦν δ᾽, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή:
[ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε]:
ἥτις πόσιν μὲν Ἕκτορ᾽ ἐξ Ἀχιλλέως
θανόντ᾽ ἐσεῖδον, παῖδά θ᾽ ὃν τίκτω πόσει
10ῥιφθέντα πύργων Ἀστυάνακτ᾽ ἀπ᾽ ὀρθίων,
ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον:
αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων
οἴκων νομισθεῖσ᾽ Ἑλλάδ᾽ εἰσαφικόμην
τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας
15δοθεῖσα λείας Τρωϊκῆς ἐξαίρετον.
Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
σύγχορτα ναίω πεδί᾽, ἵν᾽ ἡ θαλασσία
Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις
φεύγουσ᾽ ὅμιλον: Θεσσαλὸς δέ νιν λεὼς
20Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων.
ἔνθ᾽ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,
Πηλέα δ᾽ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας,
ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
κἀγὼ δόμοις τοῖσδ᾽ ἄρσεν᾽ ἐντίκτω κόρον,
25πλαθεῖσ᾽ Ἀχιλλέως παιδί, δεσπότῃ δ᾽ ἐμῷ.
καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως
ἐλπίς μ᾽ ἀεὶ προσῆγε σωθέντος τέκνου
ἀλκήν τιν᾽ εὑρεῖν κἀπικούρησιν δόμον:
ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ
30τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,
κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις
τίθημ᾽ ἄπαιδα καὶ πόσει μισουμένην,
αὐτὴ δὲ ναίειν οἶκον ἀντ᾽ αὐτῆς θέλω
35τόνδ᾽, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ:
ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ᾽ ἐδεξάμην,
νῦν δ᾽ ἐκλέλοιπα: Ζεὺς τάδ᾽ εἰδείη μέγας,
ὡς οὐχ ἑκοῦσα τῷδ᾽ ἐκοινώθην λέχει.
ἀλλ᾽ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,
40πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε.
καὶ νῦν κατ᾽ οἴκους ἔστ᾽, ἀπὸ Σπάρτης μολὼν
ἐπ᾽ αὐτὸ τοῦτο: δειματουμένη δ᾽ ἐγὼ
δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον
θάσσω τόδ᾽ ἐλθοῦσ᾽, ἤν με κωλύσῃ θανεῖν.
45Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως
σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων.
ὃς δ᾽ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ
ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη.
ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ᾽ ἐμοὶ πάρα
50προσωφελῆσαι, παιδί τ᾽ οὐδέν ἐστ᾽, ἀπὼν
Δελφῶν κατ᾽ αἶαν, ἔνθα Λοξίᾳ δίκην
δίδωσι μανίας, ᾗ ποτ᾽ εἰς Πυθὼ μολὼν
ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,
εἴ πως τὰ πρόσθε σφάλματ᾽ ἐξαιτούμενος
55θεὸν παράσχοιτ᾽ εἰς τὸ λοιπὸν εὐμενῆ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics