previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

οἴμοι, κασίγνητ᾽, ὄμμα σὸν ταράσσεται,
ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.

Ὀρέστης

255 μῆτερ, ἱκετεύω σε, μὴ 'πίσειέ μοι
τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.
αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.

Ἠλέκτρα

μέν᾽, ταλαίπωρ᾽, ἀτρέμα σοῖς ἐν δεμνίοις:
ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ᾽ εἰδέναι.

Ὀρέστης

260 Φοῖβ᾽, ἀποκτενοῦσί μ᾽ αἱ κυνώπιδες
γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.

Ἠλέκτρα

οὔτοι μεθήσω: χεῖρα δ᾽ ἐμπλέξασ᾽ ἐμὴν
σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.

Ὀρέστης

μέθες: μί᾽ οὖσα τῶν ἐμῶν Ἐρινύων
265μέσον μ᾽ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον.

Ἠλέκτρα

οἲ 'γὼ τάλαινα, τίν᾽ ἐπικουρίαν λάβω,
ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;

Ὀρέστης

Ὀρέστης

δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,
οἷς μ᾽ εἶπ᾽ Ἀπόλλων ἐξαμύνασθαι θεάς,
270εἴ μ᾽ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.
βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,
εἰ μὴ 'ξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.
οὐκ εἰσακούετ᾽; οὐχ ὁρᾶθ᾽ ἑκηβόλων
τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;
:
275τί δῆτα μέλλετ᾽; ἐξακρίζετ᾽ αἰθέρα
πτεροῖς: τὰ Φοίβου δ᾽ αἰτιᾶσθε θέσφατα.
ἔα:
τί χρῆμ᾽ ἀλύω, πνεῦμ᾽ ἀνεὶς ἐκ πλευμόνων;
ποῖ ποῖ ποθ᾽ ἡλάμεσθα δεμνίων ἄπο;
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν᾽ ὁρῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • Basil L. Gildersleeve, Syntax of Classical Greek, Tenses
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: