previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τυνδάρεως

470ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,
Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ
χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.
ἄγετέ με: πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
475στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.

Μενέλαος

πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.

Τυνδάρεως

χαῖρε καὶ σύ, Μενέλεως, κήδευμ᾽ ἐμόν.

ἔα: τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.
μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
480στίλβει νοσώδεις ἀστραπάς, στύγημ᾽ ἐμόν.
Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;

Μενέλαος

τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.

Τυνδάρεως

κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;

Μενέλαος

πέφυκεν: εἰ δὲ δυστυχεῖ, τιμητέος.

Τυνδάρεως

485βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.

Μενέλαος

Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.

Τυνδάρεως

καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.

Μενέλαος

πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ᾽ ἐν τοῖς σοφοῖς.

Τυνδάρεως

κέκτησό νυν σὺ τοῦτ᾽, ἐγὼ δ᾽ οὐ κτήσομαι.

Μενέλαος

490ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.

Τυνδάρεως

Τυνδάρεως

πρὸς τόνδ᾽ ἀγὼν τίς ἀσοφίας ἥκει πέρι;
εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,
τούτου τίς ἀνδρῶν ἐγένετ᾽ ἀσυνετώτερος,
ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο
495οὐδ᾽ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον;
ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον
πληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα †,
αἴσχιστον ἔργονοὐ γὰρ αἰνέσω ποτέ
500χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην,
ὁσίαν διώκοντ᾽, ἐκβαλεῖν τε δωμάτων
μητέρα: τὸ σῶφρόν τ᾽ ἔλαβεν ἀντὶ συμφορᾶς
καὶ τοῦ νόμου τ᾽ ἂν εἴχετ᾽ εὐσεβής τ᾽ ἂν ἦν.
νῦν δ᾽ ἐς τὸν αὐτὸν δαίμον᾽ ἦλθε μητέρι.
505κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,
αὐτὸς κακίων μητέρ᾽ ἐγένετο κτανών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: