Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
τὸν δὲ Ταρχέτιον ὡς
ἔγνω χαλεπῶς φέροντα συλλαβεῖν μὲν ἀμφοτέρας ἐπὶ
θανάτῳ, τὴν δ᾽ Ἑστίαν ἰδόντα κατὰ τοὺς ὕπνους ἀπαγορεύουσαν αὐτῷ τὸν φόνον, ἱστόν τινα παρεγγυῆσαι ταῖς
κόραις ὑφαίνειν δεδεμέναις, ὡς ὅταν ἐξυφήνωσι, τότε
δοθησομένας πρὸς γάμον. ἐκείνας μὲν οὖν δι᾽ ἡμέρας
ὑφαίνειν, ἑτέρας δὲ νύκτωρ τοῦ Ταρχετίου κελεύοντος
ἀναλύειν τὸν ἱστόν. ἐκ δὲ τοῦ φαλλοῦ τῆς θεραπαινίδος
τεκούσης δίδυμα, δοῦναί τινι Τερατίῳ τὸν Ταρχέτιον,
ἀνελεῖν κελεύσαντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.