Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὕτω μὲν οὖν οὗτος ἐκεκόλαστο καὶ
τοιαύτην ὑπεσχήκει δίκην, ἐκ πονηροῦ νέου καὶ αὐθάδους ἐμμελέστατος
ἀνὴρ καὶ σωφρονικώτατος γενόμενος, τοῦ δὲ πάθους ὑπόμνημα Λυκοῦργος
ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερόν, ἣν Ὀπτιλῖτιν προσηγόρευσε: τοὺς γὰρ
ὀφθαλμοὺς ὀπτίλους οἱ τῇδε Δωριεῖς καλοῦσιν. ἔνιοι μέντοι τὸν
Λυκοῦργον, ὧν καὶ Διοσκορίδης ἐστὶν ὁ συντεταγμένος τὴν Λακωνικὴν
πολιτείαν, πληγῆναι μέν φασιν, οὐ τυφλωθῆναι δὲ τὸν ὀφθαλμόν, ἀλλὰ καὶ
τὸ ἱερὸν τῇ θεῷ τῆς ἀκέσεως χαριστήριον ἱδρύσασθαι. τὸ μέντοι φέρειν
βακτηρίαν ἐκκλησιάζοντες οἱ Σπαρτιᾶται μετὰ τὴν συμφορὰν ἐκείνην
ἀπέμαθον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

